46
Βελλάγραδα. λδʹ. Τὰ κατὰ τὸν ἄρχοντα τῶν Λαζῶν Ἰωάννην καὶ ὅπως ἐλθὼν ἐπε γαμβρεύθη τῷ βασιλεῖ. λεʹ. Ὅπως ὁ βασιλεὺς δυνάμεις ἐξηρτύετο κατὰ τοῦ σεβαστοκράτορος Ἰωάννου, μετακαλεσάμενος καὶ Τοχάρους, καὶ ὡς παρὰ τῆς δεσποίνης ἐκωλύετο ἐξελθεῖν. λʹ. Ὅπως κατὰ θάλασσαν ὁ βασιλεὺς συνάμα τοῖς αὐτοῦ ἐκινδύνευε καὶ ὡς, φθάσας τὴν Ἀλλαγήν, ἐν τοῖς Παχωμίου ἐτελεύτησεν. 23
{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΠΡΩΤΗ}.
Προοίμιον τοῦ συγγραφέως καὶ περὶ τῆς ἀληθείας τῶν
λεγομένων.
Γεώργιος Κωνσταντινουπολίτης μὲν τὸ ἀνέκαθεν, ἐν Νικαίᾳ δὲ καὶ γεννηθεὶς καὶ τραφείς, ἐν Κωνσταντίνου δὲ καταστὰς αὖθις, ὅτε Θεοῦ νεύματι ὑπὸ Ῥωμαίους αὕτη ἐγένετο, ἔτη γεγονὼς εἴκοσιν ἑνὸς δέοντος τηνικάδε, καὶ κλήρῳ δοθεὶς θείῳ καὶ ἀξιώμασιν ἐκκλησιαστικοῖς διαπρέψας καὶ ἕως καὶ ἐς πρωτεκδίκου φθάσας τιμήν, ἔτι δὲ καὶ ἐν ἀνακτόρων εἰς δικαιοφύλακα τιμηθείς, τάδε ξυνέγραψεν, οὐ λόγους λαβὼν ἄνωθεν ἀμαρτύ ρους, οὐδ' ἀκοῇ πιστεύων μόνον, ἤν τις λέγοι ἑωρακὼς ἢ καὶ ἀκούσας αὐτός, πιστοὺς δ' ἀξιοίη τοὺς λόγους, εἰ μόνον λέγοι, λογίζεσθαι, ἀλλ' αὐτόπτης τὰ πλεῖστα, οὕτω ξυμβάν, γεγονὼς ἢ καὶ μαθὼν ἀκριβῶς παρ' ὧν τὸ πρῶτον ὡράθη πραχθέντα, πλὴν δ' οὐκ ἀμάρτυρα, ἀλλὰ καὶ πολλοῖς ἄλλοις συνη γορούμενα, ὡς ἂν μὴ ὁ ξύμπας χρόνος, φύσιν ἔχων τὰ πολλὰ κρύπτειν συχναῖς κυκλικαῖς περιόδοις, καὶ τάδ' ἀφανίσειε, κατὰ μικρὸν ἐξίτηλα τῇ παραδρομῇ γιγνόμενα, διὰ τὸ φανέντα κρύπτεσθαι πάντα ἀνάγκην εἶναι, ὥς πού τις τῶν σοφῶν ἔφη καὶ ἀληθῶς ἐγνωμάτευσεν, οὐ μὴν ὥστε καὶ τὸ ἀληθὲς περὶ ἐλάττονος τοῦ ψεύδους ποιήσασθαι περὶ τοιούτων λέγοντα· ἱστορίας γάρ, ὡς ἄν τις εἴποι, ψυχὴ ἡ ἀλήθεια, καὶ τὸ τῆς ἀληθείας χρῆμα ἐπάναγκες ἱερόν, ὁ δὲ πρὸ ταύτης τὸ ψεῦδος ἄγων ἄντικρυς ἱερόσυλος. 25 Ἄλλως τε καὶ ἡμῖν ἥκιστα πρόθεσις τοῖς πραχθεῖσι μέγεθος ἐντιθέναι, ὡσανείπερ κινουμένοις ἐκ μίσους ἢ μὴν εὐνοίας, ὡς ἂν πλέον ἢ εἰκὸς ἢ τὸ κακῶς ξυμβὰν διασυρείη ἢ τὸ εὖ ξυμπεσὸν ὑμνηθείη, τοῦ λόγου τὰς ἀκοὰς γοητεύοντος. Ἐπειδὴ γὰρ τὰ ὁπουδήπου πραχθέντα ἔστι μὲν καὶ διεξιέναι, οἷς δὴ καὶ λέγειν βουλομένοις ἐστίν, ἔστι δὲ καὶ ἐᾶν ἄρρητα, μὴ ἀνάγκης ὑπούσης, νικᾷ κατ' ἐμὴν γνώμην τὸ σιωπᾶν ἢ τὸ λέγειν ἄλλως ἢ ὡς ἐπρά χθησαν, καὶ κρεῖττον δήπου τοῖς ἀκουσείουσι τὸ μὴ μανθάνειν ὅλως ἢ τὸ μανθάνειν ἄλλως ἢ ὡς ἡ ὄντως ἱστορία βούλεται, ὡς ἐκεῖθεν μὲν τῆς ἁπλῆς εἰσαγομένης ἐκείνης ἀγνοίας ἐξ ἧς οὐ μῶμος προστρίβεται, ἐντεῦθεν δὲ τῆς διπλῆς, ὥστε μὴ εἰδέναι συμβαίνειν τὸν εἰδέναι οἰόμενον, οὗ δὴ καὶ χεῖρον οὐδέν. Οὐ μὴν ἀλλ' οὐδ' αὐτὸς ἐγκεχείρηκα ἂν τῇ γραφῇ, ἤν μοι μὴ ἐπῄει ἐλπίζειν, προϊόντος τοῦ χρόνου, τὰ χείρω καὶ ἔτι ξυμβαίνειν, ἐκ τῶν παρόντων καὶ τὰ ἐσαῦθις στοχαζομένῳ, ἢ μᾶλλον ἐκ τῶν συμβάντων λογι ζομένῳ τὰ συμβησόμενα. Πολλῷ γὰρ δήπου εἰς ἀκοὴν ὠτίου θαυμασιώτερον ἐκ τοιαύτης, ἧς δὴ καὶ γεγεύμεθα, ἡσυχίας καὶ καταστάσεως εἰς τόδε ξυμφορᾶς τὰ πράγματα προελθεῖν, ἢ τοιαῦτα φανέντα καὶ οὕτως τῆς προτέρας εὐθαλείας, δεινοῦ χειμῶνος ἐπεισφρήσαντος, καταρρεύσαντα ἐπὶ μεῖζον καταυανθῆναι, ὥστε μὴ ὅπως εὐθαλεῖν, ἀλλ' οὐδὲ ζωτικῆς τὸ παράπαν μετέχειν κινήσεως.
βʹ. Παραίτησις τοῦ μὴ τὰ πρότερα ἢ κατὰ τὸν συγγραφέα λέγειν. Τὸ γοῦν ἀνατρέχειν ἐπὶ τοὺς πρότερον ἢ καθ' ἡμᾶς ἄρξαντας κἀντεῦθεν ἄρχεσθαι τὰ ἐκείνων ἐπιόντας, ὅπως ἀσφαλῶς καὶ μεθ' ὅτι πλείστης τῆς εὐβουλίας, ἧς οὐδὲν ἄμεινον, διῴκουν τὰ πράγματα, τὴν ἀρχὴν ἐντεῦθεν κατοχυροῦντες, καὶ ταῦτα περιγραφείσης εἰς μικρὸν ταύτης αὐτοῖς, ἐπὶ τρισὶ καὶ μόναις ἐπιπολαζούσαις ἀρχῆθεν ταῖς πόλεσι,