ἐξήλειψε δὲ τὸ τοῦ ἁμαρτω λοῦ ὄνομα, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτοῦ κατά στασιν. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε, κ. τ. ἑ. Οἱ ἐκζητοῦντες τὸν Κύριον, καὶ οὐχ οἱ ἐγκαταλειφθέντες ὑπ' αὐτοῦ, ἔγνωσαν τὸ ὄνομα αὐτοῦ. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, κ. τ. ἑ. Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χρι στόν. Τοῦτο κατὰ τὴν παλαιὰν τῶν Ἰουδαίων δόξαν εἶπεν ὁ Προφήτης. Ὅμως ἐστὶ καὶ νοητὴ καὶ ἐπου ράνιος Σιών. Καὶ ἐν πάσῃ δὲ ψυχῇ οὔσῃ Σιὼν, ἥτις ἑρμηνεύεται σκοπευτήριον, τὰ θεῖα διηνεκῶς σκο ποῦσα καὶ φανταζομένη, οἰκεῖ ὁ Θεός. Ἐκζητεῖ καὶ τὰ αἵματα τῶν ἐθνῶν ἀπὸ τῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν, ἀνιστὰς αὐτά. Οὐκοῦν τὸ, «Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου,» ἐπὶ τὰς ῥομφαίας μετενεχθήσεται. Ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, κ. τ. ἑ. Ποῖα ἐπιτηδεύματα; πάντα ἃ Χριστὸς τοῖς μαθηταῖς Ἰωάννου τοῦ Βαπτιστοῦ ἔλεγε· «Πορευθέντες εἴπατε ἃ ἴδετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἀν ίστανται.» Ταῦτα οὖν τὰ θεοπρεπῆ ἐπιτηδεύματα· καὶ οἱ ἀπόστολοι τοῖς ἔθνεσιν ἀνήγγειλαν· καὶ ὅτι διὰ θανάτου ἀθανασία, διὰ σταυροῦ σωτηρία, καὶ διὰ ταφῆς ἀνάστασις, καὶ νέκρωσις τοῦ νεκρώσαντος ἡμᾶς διαβόλου. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, κ. τ. ἑ. Πύλαι θανά του αἱ πρὸς θάνατον ἁμαρτίαι, ἀφ' ὧν ὑψοῦται ὁ μηδὲ λογισάμενος αὐτὰς ἁμαρτεῖν, ὃς καὶ μό νος δύναται ἐξαγγέλλειν πάσας τὰς αἰνέσεις Κυ ρίου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ταῖς ἀρε ταῖς. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾖ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν. Γινώσκεται Κύριος κρίματα ποιῶν, κ. τ. ἑ. Ἐνεπάγησαν ἔθνη, δηλαδὴ ὡς ἐν πηλῷ, τῷ σώ ματι, δι' ἣν ἐποίησαν διαφθοράν· καὶ συνελήφθη ὁ ποῦς αὐτῶν, ὁ νοητὸς δηλονότι. Καὶ γινώσκεται Κύ ριος, ἐπεὶ, ὅταν αὐτοῖς τὸ κρῖμα γενηθήσεται, γνώ σονται τὸν κρίνοντα ἐν δικαιοσύνῃ. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, κ. τ. ἑ. Ὥσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶν οἰκητήριον, οὕτως ᾅδης τῶν ἁμαρτωλῶν κολαστήριον. Ἀποκλεισθήτωσαν, φησὶν, ὅπως μὴ ἴδωσιν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν, ἔνδον ἀπ εστραμμένοι. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερ εὶ ἔξω ἔβλεπον καθειργμένοι ἐν ᾅδου, πρῶτον 12.1192 μὲν οἱ προφῆται, ἔπειτα οἱ λοιποὶ πάντες δίκαιοι· ἢ πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὸ ἔθνη. Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὥσπερ τὸ πνεῦμα οὐ σβέν νυται, οὕτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται. Ὁ γὰρ «Κύριος τὸ πνεῦμά ἐστι·» καί· «Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν. Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς;» Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κ. τ. ἑ. Τῷ οὖν λέγοντι, Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀν θρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέν των. ΨΑΛΜΟΣ Ιʹ. (Κατὰ Ἑβρ.) Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, κ. τ. ἑ. Ἀποκρίνεται ἄν τις πρὸς τὸν ἐπαπορήσαντα τὸ, «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται·» καὶ τὸ, «Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥω θεν,» λέγει Κύριος ἐν τοῖς προφήταις. Μὴ βοηθῶν τοῖς ἀδικουμένοις, δοκεῖς μὴ παρεῖναι τοῖς γινομέ νοις, δοκεῖς ἀλλὰ πόῤῥωθεν ἑστάναι καὶ μηδὲ ὁρᾷν· ὅπερ τοῖς μὲν πονηροῖς αὔξει τὴν πονηρίαν, τὸν δὲ σὸν πένητα ἐμπυρίζει καὶ ἀθυμίαις ἐμβάλλει. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, κ. τ. ἑ. Πολλάκις ἁμαρτάνοντές τινες εὐθηνοῦσιν ἐν τῷ κόσμῳ. Τοῦτο γὰρ ἔφη καὶ ὁ Ἀπόστολος· «Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμε νοι.» Καὶ ἐν ἑτέρῳ ψαλμῷ ᾄδεται· «Οὗτοι ἁμαρ τωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλού τους.» Ἐπαινοῦνται οὖν ὑπό τε ἑαυτῶν ἁμαρ τωλοὶ καὶ ἄδικοι καὶ παρὰ τῶν κολάκων καὶ παρα σίτων αὐτῶν, καὶ εὐλογούμενοι πλέον