ταύτης, Ταὼρ ὀνόματι, ἔχουσα τριάκοντα ἔτη ἐν τῷ μοναστηρίῳ, ἱμάτιον καινὸν ἢ μαφόριον ἢ ὑπόδημα λαβεῖν οὐκ ἠθέλησεν οὐδέποτε, λέγουσα ὅτι "Οὐ χρείαν ἔχω, ἵνα μὴ ἀναγκασθῶ καὶ προελθεῖν". Αἱ μὲν γὰρ ἄλλαι πᾶσαι κατὰ κυριακὴν προέρχονται ἐν τῇ ἐκκλησίᾳ χάριν τῆς κοινωνίας· ἐκείνη δὲ μένει ῥακοδυτοῦσα ἐν τῇ μονῇ, ἀδιαλείπτως ἐν τῷ ἔργῳ καθεζομένη. Οὕτω δὲ εὐφυεστάτην εἶχε τὴν ὄψιν ὡς ἐγγὺς γενέσθαι καὶ τὸν πάνυ στερρὸν ἀπατᾶσθαι τῷ ταύτης κάλλει, εἰ μὴ φρουρὸν εἶχεν ὑπερβάλλοντα τὴν σωφροσύνην εἰς αἰδὼ καὶ φόβον συνωθοῦσα τῇ κοσμιότητι τὸν ἀκόλαστον ὀφθαλμόν. 60 .tΠερὶ παρθένου τινὸς καὶ Κολλούθου τοῦ μάρτυροσ 60.1 Ἄλλη τις γειτνιῶσά μοι, ἧς τὴν ὄψιν οὐχ ἑώρακα, προῆλθε γὰρ οὐδέποτε, ὡς λέγουσιν, ἀρ' οὗ καὶ ἀπετάξατο· πληρώσασα δὲ ἑξήκοντα ἔτη ἐν τῇ ἀσκήσει μετὰ τῆς μητρὸς τῆς ἰδίας, ἐς ὕστερον ἔμελλε μεταβαίνειν τὸν βίον. Καὶ παραστὰς αὐτῇ ὁ μάρτυς ὁ ἐν τῷ τόπῳ, Κόλλουθος ὀνόματι, λέγει αὐτῇ· "Σήμερον μέλλεις ὁδεύειν πρὸς τὸν δεσπότην καὶ ὁρᾶν πάντας τοὺς ἁγίους· ἐλθοῦσα οὖν ἀρίστησον μεθ' ἡμῶν ἐν τῷ μαρτυρίῳ". Ἀναστᾶσα οὖν ὄρθρου καὶ ἐνδυ σαμένη καὶ λαβοῦσα ἐν τῇ σπυρίδι τῇ ἑαυτῆς ἄρτον καὶ ἐλαίας καὶ λεπτολάχανα, μετὰ τοσαῦτα ἔτη ἐξελθοῦσα καὶ ἀπελθοῦσα εἰς τὸ μαρτύριον ηὔξατο. 60.2 Καὶ καιρὸν ἐπι τηρήσασα τῆς πάσης ἡμέρας ἐν ᾧ οὐδεὶς ἦν ἔνδον, καθεσ θεῖσα προσκαλεῖται τὸν μάρτυρα λέγουσα· "Εὐλόγησόν μου τὰ βρώματα, ἅγιε Κόλλουθε, καὶ συνόδευσόν μοι ταῖς προ σευχαῖς σου". Φαγοῦσα οὖν καὶ πάλιν προσευξαμένη ἦλθε περὶ ἡλίου δυσμὰς ἐν τῷ οἴκῳ. Καὶ δοῦσα τῇ μητρὶ τῇ ἑαυτῆς σύγγραμμα Κλήμεντος τοῦ Στρωματέως εἰς τὸν προφήτην Ἀμώς, εἶπε· "∆ὸς αὐτὸ τῷ ἐπισκόπῳ τῷ ἐξω ρισμένῳ, καὶ εἰπὲ αὐτῷ· "Εὖξαι περὶ ἐμοῦ· ὁδεύω γάρ"". Καὶ ἐτελεύτησεν ἐν αὐτῇ τῇ νυκτὶ μὴ πυρέξασα μὴ κεφαλ αλγήσασα, ἀλλ' ἑαυτὴν ἐνταφιάσασα. 61 .tΠερὶ Μελανίου τῆς νέασ 61.1 Ἐπειδὴ προϋπεσχόμην ἀνωτέρω διηγήσασθαι περὶ τῆς παιδὸς Μελανίου ἀναγκαίως τὸ χρέος ἀποδίδωμι· οὐ γὰρ δίκαιον ὑπεριδόντας τὸ αὐτῆς νεώτερον ἐν σαρκὶ τοσαύ την ἀρετὴν ἀστηλίτευτον καταρρῖψαι, γραΐδων ἀτεχνῶς καὶ σπουδαίων κατὰ πολὺ διαφέρουσαν. Ταύτην βιασάμενοι οἱ γονεῖς ἤγαγον ἐπὶ γάμον ἐκ τῶν πρώτων τῆς Ῥώμης· ἥτις ἀεὶ τοῖς διηγήμασι τῆς ἑαυτῆς μάμμης νυττομένη, ἐπὶ τοσοῦτον ἐκεντρώθη ὡς μὴ δυνηθῆναι ἐξυπηρετήσασθαι τῷ γάμῳ. 61.2 Γενομένων γὰρ αὐτῇ παιδίων ἀρρένων δύο, καὶ ἀμφοτέρων τελευτησάντων, εἰς τοσοῦτον μῖσος τοῦ γάμου ἤλασεν ὡς εἰπεῖν τῷ ἀνδρὶ αὐτῆς Πινιανῷ, τῷ υἱῷ Σευήρου τοῦ ἀπὸ ἐπάρχων, ὅτι "Εἰ μὲν αἱρῆσαι συνασκη θῆναι κἀμοὶ κατὰ τὸν τῆς σωφροσύνης λόγον, καὶ δε σπότην σε οἶδα καὶ κύριον τῆς ἐμῆς ζωῆς· εἰ δὲ βαρύ σοι τοῦτο καταφαίνεται ὡς νεωτέρῳ, πάντα μου λαβὼν τὰ πράγματα ἐλευθέρωσόν μου τὸ σῶμα, ἵνα πληρώσω μου τὴν κατὰ θεὸν ἐπιθυμίαν, κληρονόμος γενομένη τῆς μάμμης τοῦ ζήλου, ἧς καὶ τὸ ὄνομα ἔχω. 61.3 Εἰ γὰρ ἐβούλετο παιδοποιεῖν ἡμᾶς ὁ θεός, οὐκ ἄν μου ἐλάμβανεν ἄωρα τὰ τεχθέντα". Ἐπὶ πολὺ οὖν ζυγομαχησάντων αὐτῶν ἐς ὕστε ρον ὁ θεὸς κατοικτείρας τὸν νέον ἐνέθηκεν καὶ τούτῳ ζῆλον ἀποταξίας, ὡς ἐπ' αὐτοὺς πληροῦσθαι τὸ γεγραμ μένον· "Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;" Γαμη θεῖσα οὖν ἐπὶ δεκατριῶν ἐτῶν καὶ συζήσασα τῷ ἀνδρὶ ἔτη ἑπτά, τῷ εἰκοστῷ ἀπετάξατο. Καὶ πρῶτον μὲν τὰ σηρικὰ ἡμιφόρια τοῖς θυσιαστηρίοις ἐδωρήσατο· τοῦτο δὲ καὶ ἡ ἁγία πεποίηκεν Ὀλυμπιάς. 61.4 Τὰ δὲ λοιπὰ σηρικὰ συγκόψασα διάφορα ἐποίησεν ἐκκλησιαστικὰ ἔπιπλα. Τὸν δὲ ἄργυρον καὶ τὸν χρυσὸν ἐμπιστεύσασα Παύλῳ τινὶ πρεσ βυτέρῳ, μοναχῷ ∆αλματίας, διὰ θαλάσσης ἀπέστειλεν ἐν τῇ ἀνατολῇ, Αἰγύπτῳ καὶ Θηβαΐδι νομίσματα μύρια, Ἀν τιοχείᾳ καὶ τοῖς μέρεσι ταύτης μύρια νομίσματα, Παλαι στίνῃ νομίσματα μύρια πεντακισχίλια, ταῖς ἐν νήσοις ἐκκλη σίαις καὶ τοῖς ἐν ἐξορίαις νομίσματα μύρια, ταῖς κατὰ τὴν δύσιν ἐκκλησίαις ὡσαύτως δι' ἑαυτῆς χορηγοῦσα, 61.5 ταῦτα πάντα καὶ τετραπλασίονα τούτων ὡς ἐπὶ θεοῦ ἐξαρ πάσασα ἐκ τοῦ στόματος λέοντος Ἀλαρίχου τῇ πίστει τῇ