46
βασιλέως. ∆ιέπρεψε δὲ καὶ ἐπὶ τοῦ Βαλτάσαρ, περίβλεπτος δὲ ὡσαύτως ἦν καὶ ἐπὶ τοῦ ∆αρείου· καὶ αἱ τῶν βασιλέων διαδοχαὶ μεταβο λὴν αὐτῷ τῆς τιμῆς οὐκ εἰργάσαντο· ἀλλ' οἱ μὲν ἐσβέννυντο τῷ θανάτῳ, ὁ δὲ τὴν ἴσην ἐπὶ πάντων ἐκέκτητο λαμπηδόνα. Καὶ μὴν εἰώθασιν οἱ βασιλείαν ἤ τινα ἄλλην ἀρχὴν ἐγχειριζόμενοι, ἥκιστα θαῤῥεῖν τοῖς τῶν προτέρων οἰκειοτάτοις· οὗτος δὲ παρὰ πᾶσι τὴν αὐτὴν ἐκέκτητο παῤῥησίαν, καὶ τοῦ ἴσου γέρως ἐτύγχανε, τὴν αὐτήν τε ἡγεμονίαν ἐπιστεύετο· ὥσ περ ἀμέλει καὶ ἐπὶ τοῦ ∆αρείου εἷς τῶν τριῶν ἐγέ νετο τακτικῶν. Τακτικοὺς δὲ ἡγοῦμαι προσαγορεύε σθαι τοὺς νῦν καλουμένους ὑπάρχους, σατράπας δὲ τοὺς τῶν ἐθνῶν ἡγεμόνας· ἀλλὰ καὶ τῶν τακτικῶν εἷς ὢν ὁ μακάριος ∆ανιήλ· 81.1400 γʹ. "Ὑπερενίκα, φησὶ, καὶ τοὺς τακτικοὺς, καὶ τοὺς σατράπας," τοὺς τῶν ἐθνῶν ἡγεμόνας, κατ έναντι, τουτέστιν ἐκ παραλλήλου, τιθέμενος, συγ κρινόμενος καὶ παρεξεταζόμενος. Εἶτα λέγει τὴν αἰ τίαν τῆς νίκης. "Ὅτι πνεῦμα, φησὶ, περισσὸν ἐν αὐτῷ·" τουτέστι, πολλῷ μείζονα καὶ πλείονα παρὰ τοῦ Θεοῦ τὴν χάριν ἐδέχετο. Μανθάνομεν δὲ ἐντεῦθεν, ὅτι καὶ τοῖς βιωτικὰς ἐγχειριζομένοις ἀρχὰς, κἂν εὐσεβείας ὦσιν ἄμοιροι, δίδοταί τις θεό θεν χάρις σοφίας διὰ τὴν τῶν ἀρχομένων οἰκονομίαν. Καὶ τοῦτο ᾐνίξατο ὁ μακάριος ∆ανιὴλ, εἰρηκώς· "Ὅτι πνεῦμα περισσὸν ἦν ἐν αὐτῷ," τουτέστιν, ἀναλογοῦ σαν τῇ εὐσεβείᾳ τὴν χάριν ἐδέδεκτο. Καὶ τοῦτο θεα σάμενος, φησὶν, "Ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ." Συνιεὶς γὰρ, ὅτι θεο φιλὴς ὁ ἀνὴρ καὶ τῆς ἄνωθεν ἀπολαύων ῥοπῆς, πᾶ σαν αὐτὸν ἐπέτρεψε τὴν βασιλείαν οἰκονομεῖν· ἀλλὰ τὸ μέγεθος τῆς τιμῆς τὸν φθόνον ἠρέθισεν· "Οἱ δὲ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν, φησὶ, πρόφασιν εὑρεῖν κατὰ τοῦ ∆ανιὴλ ἐκ τῆς βασιλείας," ἢ, ὥς τινα τῶν ἀντιγράφων ἔχει, "ἐκ πλαγίων τῆς βασι λείας·" τουτέστι, πάντα ἐπραγματεύοντο, εἰς τοὺς τῆς βασιλείας νόμους πλημμελοῦντα αὐτὸν εὑ ρεῖν ἐφιέμενοι· ἀντὶ τοῦ, τὴν νῦν καλουμένην καθ οσίωσιν πλέξαι αὐτῷ βουλόμενοι. Ἀλλὰ διήμαρτον τοῦ σκοποῦ. "Πᾶσαν γὰρ πρόφασιν, φησὶ, καὶ πᾶν παράπτωμα, καὶ ἀμπλάκημα οὐχ ηὗρον ἐν αὐτῷ, ὅτι πιστὸς ἦν." Καὶ τὴν μαρτυρίαν ταύτην ἔσχηκεν ὁ μακάριος ∆ανιὴλ, οὐ παρὰ τῶν ἀγαπώντων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἐπιβουλευόντων. "Τὴν γὰρ περὶ τὸν Θεὸν φυλάττων εὐσέβειαν, εὐνοίᾳ πολλῇ καὶ περὶ τοὺς βασιλέας ἐκέχρητο. Ὡς δὲ μυρία τυρεύ σαντες οὐχ ηὗρον αὐτὸν εἰς τοὺς τῆς βασιλείας πλημμελοῦντα νόμους, εʹ. "Εἶπον, φησὶν, οἱ τακτικοί· Οὐχ εὑρήσομεν κατὰ ∆ανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐ τοῦ." Εἰδότες γὰρ αὐτοῦ τῆς εὐσεβείας τὸ ἀκριβὲς, ἐκεῖ τὰ θήρατρα τῆς πονηρίας ἱστᾶσι. ʹ-θʹ. "Καὶ προσίασι τῷ βασιλεῖ οἵ τε τακτικοὶ καὶ οἱ σατράπαι, καὶ λέγουσιν αὐτῷ· ∆αρεῖε βασι λεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. Συνεβουλεύσαντο πάντες οἱ ἐν τῇ βασιλείᾳ σου στρατηγοὶ, καὶ τοπάρχαι, ὕπατοι, καὶ σατράπαι, τοῦ στῆσαι στάσει βασι λικῇ, καὶ ἐνισχῦσαι ὁρισμὸν, ὅπως ὃς ἐὰν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ, ἢ ἀνθρώπου, ἕως ἡμε ρῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. Νῦν οὖν, βασιλεῦ, στῆ σον τὸν ὁρισμὸν, καὶ ἔκθες τὴν γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν, ὅπως ἂν 81.1401 μὴ παραλλαγῇ κατέναντι τούτου. Τότε ὁ βασιλεὺς ∆αρεῖος ἐπέταξε τὴν συγγραφὴν καὶ τὸ δόγμα." Οὐδὲν τοῦ φθόνου μιαρώτερον· οὗτος καὶ ἀσεβῆσαι τούτους ἠνάγκασε, καὶ δυσσεβὲς προθεῖναι πεποίηκε δόγμα, ἀπεῖργον τοὺς βουλομένους εὐχὰς προσφέ ρειν Θεῷ. Οὐ γὰρ μόνον σφᾶς αὐτοὺς τοῦτο ποιεῖν κωλύουσιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ὑπὸ τῆς βασιλείας ὄντας. Καὶ ἵνα μὴ δῆλον γένηται τὸ κακούργημα, προστιθέασι τὸ μηδὲ παρὰ ἀνθρώπου αἰτῆσαί τι καὶ λαβεῖν ἐντὸς τῶν τριάκοντα ἡμερῶν· παρὰ μόνου δὲ τοῦ βασιλέως ἐν ἁπάσαις ταύταις ταῖς ἡμέραις ἐπαγγέλλειν τὴν χρείαν. Καὶ οὐ συνεῖδον οἱ τὸ ὀπτικὸν τῆς διανοίας τῷ φθόνῳ παραδεδωκότες, ὡς οὐ πάντα δύναται παρασχεῖν τοῖς αἰτοῦσιν ὁ βασι λεύς· οὔτε γὰρ ὑγείαν, οὔτε ζωὴν, οὔτε τὸ γενέσθαι παίδων πατέρας, οὔτε ὑετῶν ἀφθονίαν, οὔτ' ἄλλα πάντα, ἃ τὸν Θεὸν