ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ Κατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶ

 Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ' ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων

 Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι

 Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον

 Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρὸς, ἢ ὅτι

 Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκ

 Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά των, κατ' ἐξ

 Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ

 Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «Ὃς καὶ ἱκά

 Ἀλλ' ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζ

 Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματ

 Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος

 Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέ λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πο ρεύου, ἀνάβηθι

 Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τ

 Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπει

 Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντε

 Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκου

 Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσ

 Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποίας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τ

 Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ κ

 Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ τοῦ τοῦ Πατρό

 Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱ

 Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ χὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ τοῖς. Ἐκ δ

 Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ' ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ' αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδ

 Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ν

 Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώτημα· Εἰ ἐκ

 Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον κ

 Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς

 Ἴδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐ τὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος ἔδωκεν, οἱ δὲ ἀπ

 Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐσ

 Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μί

 Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ' ἑκάστου διάφορα καὶ διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ' ὅτι τὰ διδ

 Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυ ται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ τῶν μὲν ἁγ

 Ἐγὼ μὲν οὖν καίπερ ἐν ἐρήμῳ διάγων, διὰ γοῦν τὴν ἀναίδειαν τῶν ἐκτραπέντων ἀπὸ τῆς ἀλη θείας, οὐ φροντίσας τῶν γελᾷν ἐθελόντων διὰ τὸ ἀσθενὲς καὶ ταπε

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ ΤΟΝ ΥΙΟΝ. Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγρα φέναι· καὶ κατηγόρουν ἐμαυτοῦ π

 Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, κα

 Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸ

 Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε. Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· δι

 Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν

 Καὶ οὕτω δ' ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγο

 Ἀλλ' ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτι

 Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ, δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος τοῦ

 Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ' αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ τοῦ ἁγίου Πνεύματος γραφεῖσα

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς

 Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρε

 Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ' ὀλίγα· «Ἐν ἑνὶ Πνε

 Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ π

 Ἀμέλει, ἐπευχόμενος Κορινθίοις, ἐν τῇ Τριά δι ηὔχετο λέγων· «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματο

 Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγον τες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγι νώσκουσι, κ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θα

 Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλληνες καθ' ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει π

 Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρω τᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφη τεύε

 Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐ τῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνη τέ

 Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θε

 Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτο

 Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι

3. Again, the Holy Spirit is called, and is, unction and seal. For John writes: ‘And as for you, the unction which ye received of him abideth in you, and ye need not that anyone should teach you, but as his unction, his Spirit teacheth you concerning all things.’ In the prophet Isaiah it is written: ‘The Spirit of the Lord is upon me because he hath anointed me.’ Paul writes: ‘In whom having also believed, ye were sealed,’ and again, ‘Grieve not the Holy Spirit. . . in whom ye were sealed unto the day of redemption’. The creatures are anointed and sealed in him. But if the creatures are anointed and sealed in him, the Spirit cannot be a creature. For that which anoints is not like to those which are anointed. Moreover, this unction is a breath of the Son, so that he who has the Spirit says: ‘We are a sweet savour of Christ.’ The seal gives the impress of the Son, so that he who is sealed has the form of Christ; as the Apostle says: ‘My little children, of whom I am again in travail until Christ be formed in you.’ But if the Spirit is the sweet savour and form of the Son, it is clear that the Spirit cannot be a creature; for the Son also, ‘being in the form’ of the Father, is not a creature.

Moreover, as he who has seen the Son sees the Father, so he who has the Holy Spirit has the Son, and, having him, is a temple of God. For Paul writes, ‘Know ye not that ye are a temple of God and that the Spirit of God dwelleth in you?’ John says: ‘Hereby know we that we abide in God and he in us, because he hath given us of his Spirit.’ But if we have confessed that the Son is not a creature, because he is in the Father and the Father in him, then the Spirit likewise cannot possibly be a creature; for the Son is in him and he is in the Son. Wherefore, he who receives the Spirit is called a temple of God.

Furthermore, it will be well to look at it in the light of the following consideration. If the Son is the Word of God, he is one as the Father is one; for, ‘There is one God, of whom are all things . . . and one Lord Jesus Christ’. Hence both in our speech and in the Scriptures he is called ‘only begotten Son’. But creatures are many and diverse: angels, archangels, cherubim, principalities, powers, and the rest, as we have said. But if the Son is not a creature because he does not belong to the many, but is one as the Father is one: then the Spirit likewise—for we must take our knowledge of the Spirit from the Son—cannot be a creature. For he does not belong to the many but is himself one.

Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα, τὸ πνεῦμα αὐτοῦ διδάσκει ὑμᾶς περὶ πάντων·» ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέ γραπται· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·» καὶ ὁ Παῦλος δὲ γράφει· «Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε·» καὶ πάλιν· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ κτίσματα ἐν τούτῳ χρίεται καὶ σφραγίζεται· εἰ δὲ τὰ κτίσματα ἐν τούτῳ χρίεται καὶ σφραγίζεται, οὐκ ἂν εἴη κτίσμα τὸ Πνεῦ μα· οὐ γὰρ ὅμοιον τὸ χρίον τῶν χριομένων. Καὶ γὰρ τὸ χρίσμα τοῦτο πνοή ἐστι τοῦ Υἱοῦ· ὥστε τὸν ἔχοντα τὸ Πνεῦμα λέγειν· «Χριστοῦ εὐωδία ἐσμέν.» Καὶ ἡ σφραγὶς δὲ τὸν Υἱὸν ἐκτυποῖ, ὡς τὸν σφραγιζόμενον ἔχειν τὴν τοῦ Χριστοῦ μορφὴν, λέ γοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Εἰ δὲ τὸ Πνεῦμα εὐωδία καὶ μορφὴ τοῦ Υἱοῦ ἐστιν, εὔδηλον, ὡς οὐκ ἂν εἴη τὸ Πνεῦμα κτίσμα· ἐπειδὴ καὶ ὁ Υἱὸς, ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχων, οὐκ ἔστι κτίσμα. Καὶ γὰρ ὥσπερ ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ τὸ Πνεῦμα τὸ ἅγιον ἔχων ἔχει τὸν Υἱὸν, καὶ ἔχων αὐτὸν, ναὸς τοῦ Θεοῦ ἐστι, γράφοντος τοῦ μὲν Παύλου· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» ὁ δὲ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Εἰ δὲ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ ἐστι καὶ ὁ Πατὴρ, ὡμολο γήθη μὴ εἶναι κτίσμα, ἀνάγκη πᾶσα μηδὲ τὸ Πνεῦμα εἶναι κτίσμα· ἐν αὐτῷ γάρ ἐστιν ὁ Υἱὸς, καὶ αὐτὸς ἐν τῷ Υἱῷ. ∆ιὸ καὶ ὁ τὸ Πνεῦμα λαμβάνων ναὸς τοῦ Θεοῦ χρηματίζει. Πάλιν δὲ κἀκ τούτου συνιδεῖν καλὸν, εἰ ἔστιν ὁ Υἱὸς τοῦ Θεοῦ Λόγος, ὡς Πατὴρ εἷς ἐστιν. «Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός·» διὸ καὶ μονογενὴς Υἱὸς εἴρηται καὶ γέγραπται· τὰ δὲ κτίσματα πολλὰ καὶ διάφορα, ἄγγελοι, ἀρχάγγελοι, χερουβὶμ, ἀρχαὶ, ἐξουσίαι, καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται. Εἰ δὲ, ὅτι οὐκ ἔστι τῶν πολλῶν ὁ Υἱὸς, ἀλλ' εἷς ἐστιν, ὡς Πατὴρ εἷς ἐστι, καὶ οὐκ ἔστι κτίσμα, πάντως καὶ τὸ Πνεῦμα (χρὴ γὰρ ἀπὸ τοῦ Υἱοῦ λαμβάνειν καὶ τὴν περὶ τοῦ Πνεύματος γνῶσιν) οὐκ ἂν εἴη κτίσμα. Οὐ γὰρ τῶν πολλῶν ἐστιν, ἀλλ' ἕν ἐστι καὶ αὐτό.