Ἐζεκίας, χώσας αὐτά. καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ ἀποθανεῖν ὀλιγώρησεν, καὶ ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιεν. διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. κβʹ Ὀλυμπιάς. κβʹ. Τὸν Μανασσῆν βασιλέα Ἰούδα οἱ ἄρχοντες τῆς δυνάμεως βασιλέως Ἀσσυρίων αἰχμάλωτον ἔλαβον, καὶ κατήγαγον εἰς Βαβυλῶνα. 220 κγʹ, κδʹ, κεʹ. κγʹ Ὀλυμπιάς. κϛʹ, κζʹ, κηʹ, κθʹ. κδʹ Ὀλυμπιάς. λʹ, λαʹ, λβʹ, λγʹ. κεʹ Ὀλυμπιάς. λδʹ, λεʹ, λϛʹ. Μανασσῆς ἐν τῇ αἰχμαλωσίᾳ ὢν ἐπέστρεψεν πρὸς τὸν θεὸν τῶν πατέρων αὐτοῦ, καὶ ἀπεκατεστάθη εἰς τὴν βασιλείαν αὐτοῦ, λζʹ. κϛʹ Ὀλυμπιάς. ληʹ, λθʹ, μʹ, μαʹ. κζʹ Ὀλυμπιάς. μβʹ, μγʹ, μδʹ. Τούτῳ τῷ ἔτει Νουμμᾶς Πομπήλιος Ῥωμαίων βασιλεὺς καταστήματι τελευτᾷ. Ἐν Ῥώμῃ τρίτος ἐβασίλευσεν Τοῦλλος ὁ καὶ Στήλιος ἔτη λγʹ. 221 μεʹ. κηʹ Ὀλυμπιάς. μϛʹ, μζʹ, μηʹ, μθʹ κθʹ Ὀλυμπιάς. νʹ, ναʹ, νβʹ, νγʹ. λʹ Ὀλυμπιάς. νδʹ, νεʹ. Μετὰ Μανασσῆν ἐβασίλευσεν Ἀμὼν ὁ υἱὸς αὐτοῦ ἔτη βʹ. ὁμοῦ δωναʹ. λαʹ Ὀλυμπιάς. αʹ, βʹ. Μετὰ Ἀμὼν ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. ὁμοῦ δωπβʹ. αʹ. Οὗτος Ἰωσίας, πρὶν γεννηθῆναι αὐτόν, προεφητεύθη γεννᾶσθαι, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγέγραπται, ὑπὸ Σαμαίου τοῦ προφήτου ἐν βασιλείᾳ Ἱεροβοὰμ βασιλέως Ἰσραήλ. ἐβασίλευσεν δὲ οὗτος Ἰωσίας ὢν ἐτῶν ηʹ, καὶ κατὰ πάσας τὰς ἐντολάς, ἃς προσέταξε κύριος ὁ θεός, ἐπορεύθη δίκαιος ὤν. ἐκβαλὼν 222 γὰρ τὰ εἴδωλα ἐκάθαρε τὸν ναὸν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, καὶ ἐποίησεν καθὼς προεφήτευσεν περὶ αὐτοῦ ὁ προφήτης ὁ ἐλθὼν ἐξ Ἰούδα ἐπὶ τοῦ θυσιαστηρίου πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραήλ. Οὗτος Ἰωσίας ἔσχεν υἱοὺς Ἰωάχας τὸν ὑπὸ τοῦ Ἱερεμίου Σελλὴμ προσαγορευόμενον καὶ τὸν Ἰωακεὶμ τὸν καὶ Ἐλιακεὶμ καὶ τὸν Ματθανίαν τὸν καὶ Σεδεκίαν. Σοφωνίας ὁ τοῦ Χουσί, υἱὸς Γοδολίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμώς, βασιλέως Ἰούδα, προεφήτευσε λέγων, ∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, ἐν ἡμέραις ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς καὶ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου, διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. καὶ μεθ' ἕτερα, Χαῖρε, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ· περιεῖλε γὰρ κύριος τὰ ἀδικήματά σου, λελύτρωται σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεὺς Ἰσραήλ, καὶ ὁ κύριος ἀνὰ μέσον σου. οὐκ ὄψεται αὐτὸς οὐκέτι. ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ἱερουσαλήμ, Θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου, κύριος ὁ θεός σου ἔν σοι δυνατὸς σῶσαί σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει, ὡς ἐν ἡμέρᾳ ἑορτῆς, καὶ συνέξει τοὺς συντετριμμένους σου. 223 βʹ, γʹ, δʹ. λβʹ Ὀλυμπιάς. εʹ, ϛʹ, ζʹ. Προεφήτευε Σοφωνίας, Ἀμβακοὺμ καὶ Ναούμ. ηʹ. λγʹ Ὀλυμπιάς. θʹ, ιʹ, ιαʹ, ιβʹ. λδʹ Ὀλυμπιάς. ιγʹ. Ἱερεμίας υἱὸς Χελκίου τοῦ ἱερέως, κατοικῶν ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμίν, ἤρξατο προφητεύειν τρισκαιδεκάτῳ ἔτει βασιλείας Ἰωσίου υἱοῦ Ἀμώς, βασιλέως Ἰούδα. ὁ αὐτὸς δὲ καὶ ἐν ἡμέραις Ἐλιακεὶμ τοῦ καὶ Ἰωακείμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, καὶ ἕως συντελείας ιαʹ ἔτους Σεδεκίου τοῦ καὶ Ἰεχωνίου βασιλέως Ἰούδα, προφητεύει ἐπὶ ἔτη μβʹ. ὁ αὐτὸς δὲ καὶ μετὰ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ καὶ τὴν ἐρήμωσιν τοῦ ἐν Ἱεροσολύμοις νεώ, ἐφ' οὗ ψευδοπροφήτης Ἀνανίας ὁ τοῦ Χαναναίου. ιδʹ, ιεʹ. 224 Ὀλδὰ γυνὴ Σελὴμ τοῦ ἱματιοφύλακος τοῦ ἱερέως παρ' Ἑβραίοις προεφήτευσεν, καὶ Ἐλισαβελλὴμ ὁ τοῦ ἱματιοφύλακος τοῦ ἱερέως, καὶ Σοφωνίας καὶ Ὀδολλάμ. ιϛʹ. Τέταρτον ἔτος τῆς προφητείας Ἱερεμίου. ἐντεῦθεν ἐπὶ τὸ πρῶτον ἔτος Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ἑβδομήκοντα. πρῶτον ἔτος Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ἑβδομήκοντα. λεʹ Ὀλυμπιάς. ιζʹ, ιηʹ. Τούτῳ τῷ ἔτει τὸ πάσχα νομίμως γέγονεν. ἀφ' οὗ γὰρ Ἰησοῦς ὁ τοῦ