De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἱππεύοντες προπορεύονται τῶν δεσποτῶν. οἱ δὲ μαγλαβῖται καὶ οἱ βασιλικοὶ πάντες ἄνθρωποι μετὰ σκαραμαγγίων καὶ σπαθίων εἰς τὴν ἑαυτοῦ ἕκαστος προπορεύεται τάξιν. οἱ δὲ μάγιστροι 558 καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι ὄπισθεν τοῦ ἄρματος μετὰ τοῦ δρουγγαρίου τῆς βίγλης καὶ τοῦ δρουγγαρίου τῶν πλοΐμων, ἐπακολουθοῦσι τοῖς δεσπόταις. καὶ δὴ τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν ναὸν καὶ τῶν ἵππων ἀποβαινόντων, τίθενται σελλία, δηλονότι τὰ ὑπὸ τῶν ἀρχοντογεννημάτων βασταζόμενα, εἴτε ἐν τῷ προπυλαίῳ τῆς αὐτῆς ἐκκλησίας, εἴτε ἐν τῷ νάρθηκι, καὶ ἐν τούτοις καθέζονται οἱ δεσπόται, καὶ ὑπὸ τῆς μυστικωτέρας τῶν κοιτωνιτῶν τάξεως κυκλευόμενοι πρὸς τὸ μὴ ῥᾳδίως τῶν πολλῶν ὁρᾶσθαι, ἀλλάσσουσιν ἅπερ φοροῦσιν ὑποδήματα, περιβαλλόμενοι στρίκτα. ἰστέον, ὅτι ἐν τῷ νάρθηκι τῆς ἐκκλησίας καὶ οἱ πραιπόσιτοι περιβάλλονται τὰ αὐτῶν σαγία. καὶ εἶθ' οὕτως ἀνιστάμενοι καὶ τὰ ἑαυτῶν χρυσοπερίκλειστα περιβαλλόμενοι σαγία, ἔρχονται πρὸς τὰς βασιλικὰς πύλας, καὶ ὑπὸ τῶν πραιποσίτων λαμβάνουσι κηροὺς, καὶ ἀπευχαριστοῦσιν τῷ Θεῷ διὰ τῆς τρισσῆς μετ' αὐτῶν προσκυνήσεως. καὶ εἶθ' οὕτως εἰσέρχονται, καὶ διέρχονται διὰ μέσου τοῦ ναοῦ καὶ τῆς σωλαίας, καὶ ἱστάμενοι ἔξω τῶν ἁγίων τοῦ βήματος θυρῶν πάλιν λαμβάνουσιν ἑτέρους κηροὺς παρὰ τῶν πραιποσίτων, καὶ ὁμοίως ποιοῦσιν. εἶτα εἰσερχόμενοι εἰς τὸ ἅγιον θυσιαστήριον ἀσπάζονται τὴν ἁγίαν ἐνδυτήν. εἶθ' οὕτως λαμβάνει ὁ πρῶτος βασιλεὺς ἐκ χειρὸς τοῦ πραιποσίτου τὸν θυμιατὸν καὶ ἀλειπτὰ, καὶ οἰκείᾳ χειρὶ ἐπιτιθεὶς τῇ ἀνθρακιᾷ θυμιᾷ πέριξ τῆς 559 ἁγίας τραπέζης, εἶτα ἐπιδίδωσι τῷ πραιποσίτῳ τὸν θυμιατόν. διέρχεται δι' οἵου μέρους ἁρμόζει τοῦτον ἐξιέναι. καὶ εἰ μὲν κελεύσωσιν οἱ δεσπόται ἐκεῖσε γεύσασθαι, γίνεται τοῦτο καθὼς βούλονται. εἰ δὲ μήγε, ἀπὸ τῶν ἐκεῖσε ἱππεύοντες ὑποστρέφουσιν κατὰ τὴν προειρημένην, ὡς ἔφαμεν, τῆς προόδου τάξιν εἰς τὸ παλάτιον. ἰστέον, ὅτι, εἰ ἐν τεσσαρακοστῇ κελεύσωσιν ἀπιέναι οἱ δεσπόται ἐν ἐκκλησίᾳ, ἀπὸ τῆς ψαλλομένης τριτοέκτης ἐν τῷ λαυσιακῷ ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Βασιλείου, γίνεται μεταστάσιμον, καὶ ἀπέρχονται πάντες, ὅπου δεῖ τοὺς δεσπότας ἱππεῦσαι. καὶ εἶθ' οὕτως ἱππεύουσιν οἱ δεσπόται καὶ ἀπέρχονται. μηνὶ Μαρτίῳ θʹ. ἰστέον, ὅτι κατὰ τὸν προῤῥηθέντα τύπον τῆς ἀφίξεως τῶν δεσποτῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ταῖς ἐν ταῖς πόλεσι ἐπιτελεῖται καὶ ἡ μνήμη τῶν ἁγίων μʹ μαρτύρων, τῶν δεσποτῶν ἀπιόντων ἐν τῷ ἁγίῳ αὐτῶν ναῷ. μηνὶ Ἰουλίῳ αʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ μνήμη τῶν ἁγίων Ἀναργύρων. τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν σεβάσμιον αὐτῶν ναὸν εἰς τὰ Παυλίνου, ἀπέρχονται οἱ δεσπόται, κελεύουσιν ἔφιπποι, κελεύουσιν πλοΐ. τὰ δὲ ἑξῆς τῆς προελεύσεως ἐπιτελεῖται καθὼς προείρηται. ἰστέον, ὅτι οἱ δεσπόται ἀπιόντες εἰς τὰ Παυλίνου καὶ πλοῒ καὶ ἔφιπποι μετὰ σκαραμαγγίων ἀπέρχονται. ἰστέον, ὅτι μετὰ τὸ εὔξασθαι μετὰ τῶν κηρῶν τοὺς δεσπότας ἔμπροσθεν τῶν ἁγίων θυρῶν, εἶθ' οὕτως προσκυ 560 νοῦσιν τὰ ἅγια λείψανα, ἅπτοντες κηροὺς, καὶ ἐξερχόμενοι ἔξω εἰς τὸ ἐξάερον, ἐκεῖθεν ἱππεύουσιν, καὶ ὑποστρέφουσιν ἐν τῷ παλατίῳ, κελεύουσιν ἔφιπποι, κελεύουσιν πλοΐ. πολλάκις δὲ συνεστιῶνται τοῖς ἄρχουσιν ἐν τῷ παλατίῳ τῶν βλαχερνῶν, καὶ δείλης εἰσέρχονται εἰς τὸ παλάτιον. ἰστέον ὅτι ταύτῃ τῇ ἡμέρᾳ οὐκ εἰσέρχονται οἱ δεσπόται εἰς τὸ ἅγιον θυσιαστήριον. μηνὶ Ἰουλίῳ κζʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ μνήμη τοῦ ἁγίου Παντελεήμονος, τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν σεβάσμιον τούτου ναὸν εἰς τὰ Ναρσοῦ. εἰ δὲ βουληθῇ ὁ βασιλεὺς ἀπελθεῖν πλοῒ, γίνεται ἡ ἀκολουθία καὶ ἡ τάξις οὕτως. πρωῒ προέρχεται πᾶσα ἡ σύγκλητος καὶ τὸ κουβούκλειον ἀπὸ σκαραμαγγίων εἰς τὰ Κανικλείου, καὶ ὁ βασιλεὺς εἰσέρχεται ἀπὸ τὸ παλάτιον εἰς τὸν βασίλειον δρόμονα μετὰ τῆς οἰκείας αὐτοῦ θεραπείας καὶ τοῦ λογοθέτου καὶ τοῦ πρωτοασηκρήτου καὶ τοῦ ἐπὶ τῶν δεήσεων καὶ τοῦ ἑταιρειάρχου καὶ τοῦ δρουγγαρίου τῆς βίγλας, καὶ ἐξέρχονται οἱ δεσπόται εἰς τὰ Κανικλείου. ὁρμώντων δὲ τῶν δεσποτῶν, δέχονται τούτους οἵ τε μαγλαβῖται καὶ οἱ τῆς ἑταιρείας ἅμα τῶν πραιποσίτων καὶ τοῦ κουβουκλείου καὶ τῶν ἀρχοντογεννημάτων. καὶ ἐξερχόμενοι ἀπὸ τοῦ δρόμονος, διέρχονται καὶ ἀπίασιν εἰς τὴν αὐλὴν, καὶ ἐκεῖσε δέχονται τού 561 τους οἱ βασιλικοὶ, καὶ ἀπὸ τῶν ἐκεῖσε ἱππεύουσιν οἱ δεσπόται καὶ ἀπέρχονται μέχρι τοῦ ἔξω προπυλαίου τοῦ εἰς τὸν ἔμβολον, καὶ τῶν ἵππων ἐκεῖσε ἀποβάντες, ἀνέρχονται τὰ σκαλία, καὶ διέρχονται διὰ τοῦ πρὸς ἀνατολὴν δεξιοῦ μέρους τοῦ λουτῆρος. ἐκεῖσε γὰρ ἵστανται καὶ δέχονται τοὺς δεσπότας οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ οἱ λοιποὶ συγκλητικοὶ καὶ βασιλικοὶ ἄνθρωποι, καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται οἱ