De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ἀγεληδὸν εἰσχέονται, καὶ ὥσπερ τινὰ δρυμὸν ἢ λόχμην τὴν εὐανθῆ πόαν εἰσδύνοντες, ἐκμηχανῶνται τὸ ὠφελοῦν· ἐπειδὰν δὲ τοῖς ὕδασι τὸ τῆς ἡλίου βολῆς ἐπι
Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ; Φωτὶ γάρ που πάντως τῷ θείῳ καὶ νοητῷ καταφω τίζεται τὰ φωτὸς ἐπιδεᾶ, καὶ μὴν καὶ Σοφία τελ
σοῖς, ὦ οὗτος, ῥήμασι· φέρε δή, φέρε, παροισ θέντων εἰς μέσον τῶν ἀκριβῶς καὶ ἐξητασμένως διωρισμένων ἐν τῇ ἁγίᾳ τε καὶ πανευφήμῳ συνόδῳ, τῇ συνειλεγμ
ἤγουν τῇ τῆς πίστεως ὁμολογίᾳ; {Β.} Ναί, φασίν. Ἐπιτιμήσομεν γὰρ εἰκότως τῇ τοῦ ὁμοουσίου λέξει, καινοφωνουμένην τε καὶ ἄγραφον εἶναι διαβεβαιούμενοι,
μὲν τῷ Πατρὶ τὸν Υἱόν, λέγοιεν δὲ μᾶλλον ὡς ἔστιν ὁμοιοούσιος; {Α.} Οὐκ ὀρθῶς ἐροῦσιν, ὦ τᾶν, ἀλλὰ πρῶτον μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ἑτερογνωμοῦντες ἁλώσο
φαμεν ὡς εἰς ἑτέραν τινὰ φύσιν ἐξ ἀνθρωπότητος μεταθρώσκοντας ἐφικέσθαι τῆς τοιαύτης δίδωσιν εὐκλείας, ἀλλ' ἐκ προαιρέσεως μοχθηρᾶς ἐπὶ τὸ ἑλέσθαι δρᾶ
ἀλήθεια τὸ μὴ οὕτως ἔχον ὡς ὀνομάζεται παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς; Τί δὲ δὴ ὅλως καὶ τὸ μὴ εἶναί φασιν ἀπὸ τοῦδε τοῦ κόσμου τὸν Υἱόν; {Β.} Ἐγὼ
δὲ αὖ· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε κ
ἴσθι τοι χάριν. {Α.} Οὐκοῦν, ἐπ' αὐτὸν ἰόντες τὸν ἱεροφάντην Μωσέα, καὶ τῶν δι' αὐτοῦ πεπραγμένων τε καὶ εἰρημένων τὴν δύναμιν φανοτάτην ὥσπερ εἰκόνα
ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, ἵνα μὴ ἀποθάνωμεν, ἔφασκεν ὁ Ἰσραήλ· καὶ τοῦτο ἐζήτουν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε Θεὸς ἦν ἐν εἴδει π
{Β.} Εὖ λέγεις, ἐπεί τοι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκη
Πατρὸς κατ' ἰδίαν βούλησιν, καὶ γέγονεν ἄνθρωπος, ἀλώβητον μὲν παντελῶς καὶ ἀπαραποίητον ἐν ἑαυτῷ τὸ τῆς ἰδίας φύσεως ἀνασῴζων ἀξίωμα, προσλαβὼν δὲ τὸ
φυσικήν, προαιρετικὴν δὲ μᾶλλον τὴν ἕνωσιν εἶναι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν; ∆ιοίσει γάρ, οἶμαι, κατ' οὐδένα τρόπον, εἴπερ ὧδέ τε ἔχει καὶ
Πατέρα καὶ Υἱόν, ἀλλ' ὄντος τε καὶ ὑφεστηκότος ἑκατέρου, καὶ ἰδίαν ἔχειν λεγομένου τὴν ὕπαρξιν, ἡ τῆς οὐσίας ταὐτότης βραβεύει τὴν ἕνωσιν. {Β.} Ἐν ἰδί
κείσεται λόγῳ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξεστηκότι. {Β.} Ἑτεροίως γὰρ ἔχειν ἢ ὥσπερ ἂν νοοῖτο ὑπάρχειν κατὰ φύσιν ὁ Πατὴρ διατείνονται τὸν Υἱόν.
δόξῃ τε καὶ φύσει Θεός, ᾧ πάντη τε καὶ πάντως παρέποιτο ἂν ὡς ἴδιον ἀγαθὸν τὸ ἀγένητον· ταύτῃ τοι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν ἀσυντελὴς καὶ ἀσύντα
χρῆμα παραδέχεσθαί τε καὶ νοεῖν ἀξιοῦσι φυσικῶς. {Α.} Κατάπλαστον οὖν ὥσπερ τό τε τῆς υἱότητος καὶ τὸ τῆς γεννήσεως ὄνομα σφᾶς τε αὐτοὺς ἀναπείθουσι κ
ἀμείνων καὶ τοῦ καθορᾶσθαι πρός τινος, ἡ τῶν λέξεων ἡμῖν ὑποφαίνει δύναμις· ἦ γάρ; {Β.} Ἀληθές. {Α.} Εἴ τις οὖν ἄρα λέγοι ζωὴν εἶναι καὶ φῶς τὸν Πατέρ
τουτοισὶ ποδαπὸς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος; {Α.} Τί γὰρ ἕτερον ἁπλοῦν ἡμῖν ὄντα τῆς ἀληθείας τὸν μῦθον παραδείξειεν ἂν ἢ τὸ πολυπλόκων μὲν ἀπηλλάχθ
ποιηταί φασι, πεῖσμ' ἀπολυσάμενοι, καὶ οἱάπερ ἀκτῆς καὶ ὁρμητηρίων ἀπαίροντες, ἀφῶμεν εἰς πέλαγος ὁλκάδα ὅπως τὸν λόγον. {Β.} Ἰτέον δὴ οὖν. {Α.} Ἴδιον
παρὰ τὸ γεννητῶς ἑτεροίως ἕξει καὶ οὐ ταὐτὸν ἂν νοοῖτο. Εἰ γὰρ μὴ ἕτερόν ἐστι καὶ ἕτερον, οἴει δὲ εἶναι ταὐτόν, 421 χωρείτω πάλιν ἐπ' ἀμφοῖν ἀδιάκριτο
νοουμένην, πλὴν οὔπω διεσταλμένως τὸ ἑνὸς πρόσωπον ἰδικῶς. Πατέρα δὲ καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον λέγων, οὐκ ἀφ' ὧν ἐστιν ἀδιακρίτως ἡ πᾶσα τῆς θεότητος
κοινῶν ἐννοιῶν ἀνθυπο φοραῖς, Χριστοῦ συνόντος τε καὶ συνασπίζοντος, ὡς ἔνι καταδῃώσωμεν, ἀναμελῳδοῦντες εὐκαίρως τὸ διὰ φωνῆς τοῦ ∆αβίδ· Οὐ γὰρ ἐπὶ
ἰτέον. {Β.} Οὐχ ἑτέρως ἔχει. {Α.} Ἄθρει δὴ οὖν, μᾶλλον δὲ ἀποφηνάσθων ἡμῖν οἱ τὸ ἀγέννητον ἀμαθῶς εἰς ὅρου δύναμιν ἀποφέροντες, πότερα γένους εἶναι βο
συμβέβηκεν. {Β.} Πῶς λέγεις; 428 {Α.} Τὸ γάρτοι πῦρ ἤτοι τὸ ὕδωρ τυχόν, ὅ τι ποτέ ἐστιν ἑκάτερον ἤτοι ποδαπὸν τὴν φύσιν ἀγορεύειν ἐθέλοντες, πυρὸς μὲν
ἀμνησικάκως τὸ καὶ εἴπερ ἕλοιντο μεταχωρεῖν ἐφ' ἕτερα, πρὸς ἐκεῖνα ἴωμεν, ὡς ἂν μή τις αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος ἐκπορισθείη λόγος διὰ τοῦ καὶ κατοκ
πεφηνώς. Καὶ γοῦν καὶ ἡμεῖς αὐτοὶ δεδιδάγμεθα, φησί, κατονομάζειν οὕτω τὸν Θεὸν καὶ ἀγορεύειν ἐν προσευχαῖς· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. {Α.} Εἶ
διαπλάττοιτο πρὸς τὸ ἀγεννήτως ἔχον; {Α.} Οὐ τοῦτό φημι, νοημάτων δὲ τῶν ἐντεῦθεν τὴν ἀτοπίαν ᾠήθην ἔγωγε παραδεῖξαι δεῖν, ὧν ὅτι προσῆκεν ἀποφοιτᾶν ἰ
ἐν ταὐτότητί τε καὶ ὁμοούσιον εἶναι φῂς τῷ Θεῷ καὶ Πατρί, οὐκ ὀκνήσεις ἔτι, κατά γε τὸ 435 εἰκός, ὅτι καὶ ἀεὶ συνυπάρχει νοεῖν, καὶ οὐ δίχα πάθους καὶ
μὲν οὐ ῥᾴδιον, πάρα δ' οὖν ὅμως τοῖς ἐθέλουσιν ἀναμετρεῖν. Οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ τὸν τοῦ πεποιῆσθαι διελάσει λόγον. Τελεῖ δὲ ὅτι πάντη τε καὶ πάν
λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευ ξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Πῶς γὰρ ἂ
ἐν ἀληθείᾳ γεννήσεως οὐκ εἰσκομι ζούσης αὐτῷ τὸ δεῖν πάντη τε καὶ πάντως τῇ τοῦ τεκόντος ἐναγλαΐζεσθαι φύσει διὰ τῆς εἰσάπαν ὁμοιότητός τε καὶ ἰσότητο
ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικὸν καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν 442 εἰδός, ἀλλ' ἑνὸς ἄμφω ποιήματα, τοῦ ἁπλοῦ. Καὶ εἴπερ ἐστὶν ἁπλῆς ἐνεργείας ἔργα τ
ἀνέφικτον ἐᾶν. Καταμειδιάσειν γὰρ οἶμαι παντελῶς οὐδένα τῶν ὅτι προσῆκε τοῖς ἄγαν ὑπερκειμένοις χαρίζεσθαι τὸ νικᾶν σωφρόνως διεσκεμμένων. Νοῦ δὲ δὴ π
τοιούτου παντὸς καὶ οὐκ ἀπὸ σκοποῦ· Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ' αὐτὸς διώξεται ὄρνεα πτερωτά. Ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτο
τόπῳ πάντως που, καὶ ἐν μεγέθει καὶ ποσῷ. Καὶ ἐπειδὴ πεπόσωται, μὴ φευγέτω περιγραφήν. Ἕψεται δὲ τούτοις καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ἐσμός, τὰ σωμάτων ἴδι
ἀσωμάτου φύσεως γέννησιν, τί μὴ μᾶλλον ἑαυτὸν ἀμαθίας γράψεται; Τὸ δὲ δὴ μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ σῶμα, πολὺ μᾶλλον δὲ ἀσυγκρίτως ὑπερκείμενον, εἰ
μὲν ἐκ βάθους εἰς τὸ ἄνω τε καὶ ἔξω διαδρομαῖς οὐσιώδη πως τὴν γέννησιν ὁ λόγος ἡμῖν ὑπο πλάττεται. Καὶ εἶναι μέν τις ἕτερος παρὰ τὸν προέντα δοκεῖ, δ
θείας γεννήσεως τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος οὐκ οἶμαι σαφηνιεῖν, ἐκεῖνο δὲ μᾶλλον ὡς εἴπερ ἐστὶ Πατὴρ ὁ Θεός, οὐκ ἐν χρόνῳ τὸ εἶναι τοῦθ' ὅπερ ἐσ
εἰδείην. {Β.} Προσθέντες γάρ, οἶμαι, κἀκεῖνο ἐροῦσιν, ὡς εἴπερ ἐστὶν ἀνεθέλητος ὁ Υἱὸς τῷ Πατρί, τέτοκεν οὐχ ἑκών, ἀλλ' ἔκ του πρὸς τοῦτο συνωθούμενος
καὶ τὴν τῶν πραγμάτων εὖ μάλα καταθρήσει φύσιν, διαλογιεῖται δὲ ὅτι τῶν μὲν πρακτέων ἢ μὴ θέλησίς τε καὶ ἀνεθελησία κρατεῖ, γεννήσεως δὲ οὐκ 456 ἔτι;
γὰρ οὐκ ἀνεθελήτως ὅ ἐστιν, οὐκ ἀναγκαίαν ὑπομένων ἔν γε τούτῳ τὴν θέλησιν, καθάπερ ἀμέλει καὶ εἰ νοοῖτο τυχὸν ἅγιός τε καὶ ἀγαθός. Ἅμα γὰρ καὶ οὐσιωδ
χαλκῶν δὲ ἐκτυπωμάτων ἰδέας διαμορφοῖ ἢ γοῦν ἕτερόν τι τῶν ὁμοίων ἐργάζεται. Ἆρ' οὖν ἐν ἴσῳ τρόπῳ τε καὶ λόγῳ κεκινῆσθαί σοι δοκεῖ, καὶ εἰς τὸ εἶναι π
εἴπερ ἐξ ἀγεννησίας ἔτι, τουτέστιν ἐκ τοῦ κατὰ δύναμιν, εἰς γέννησιν κατ' ἐνέργειαν οὐκ ἀχρόνως προήκοι ἄν, καὶ εἰ βραχὺ κομιδῇ καὶ ἀκαριαῖον νοοῖτο τ
{Α.} Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ' ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ' ἂν ἴσως αὐτός, εἴπερ οἶσθά που. ∆ιαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός
ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μ
ἱερῶν ἡμῖν παρακεκομισμένα Γραμμάτων. Μόνος γὰρ ὢν ὁ Πατὴρ φύσει τε καὶ ἀληθῶς Θεός, μόνον ὄντα Θεὸν φύσει τε καὶ ἀληθῶς τὸν Υἱὸν παραδέξαιτο ἂν οὐχ ἑ
ἔλαττον, εἴπερ ἡμᾶς οὐκ εἰσάπαν ἐξήρκεσεν ἂν ἡ τοῦ Θεοῦ καὶ Πατρὸς διασῶσαι πλήρωσις. Ἀλλ' εἶναί φημι τῆς ἐσχάτης ἀποπληξίας αἰτίαμα καὶ γραφὴν τὸ ἀμω
καὶ Υἱῷ τὸ Πνεῦμα συντετάξεται καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει καταγραπτέον ἢ μή; {Β.} Ἕνα φασὶν ἀληθινὸν εἶναι Θεόν, τὸν Πατέρα, ἐπαριθ μοῦσι δὲ αὐτ
ἄλλων ἁπάντων ἀποσχεδιάσαντα γένεσιν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Καί τι διὰ μέσου προσρίψας βραχύ· Καὶ ἐποίησεν, ἔφ
εἶδος αὐτὸν κεκαι νούργηκε τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς ὁμοίωσιν τὴν πρὸς ἑαυτόν, ἐνετίθει δὲ μᾶλλον αὐτῷ μορφήν τε καὶ εἶδος ἕτερον, εἴπερ οὖν ἕτερος
ἠλιθιότητός τε καὶ ἀμαθίας ὁ νοῦς ὡς ἀμείνω λέγειν ἢ γοῦν οἴεσθαί ποτε τοῦ Πατρὸς τὸν Υἱόν, τὸν οἱονεὶ ῥίζαν ἔχοντα καὶ πηγὴν τὸν γεννήτορα; Συνυβριοῦ
τῆς ἰδίας φύσεως μέτρον. Εἶτα πῶς οὐκ ἀπάτη καὶ φενακισμὸς καὶ ἐν τοῖς ἔτι τούτων αἰσχίοσι τὸ θεῖον ἡμῖν ἔσται κήρυγμα, φημὶ δὴ τὸ εὐαγγε λικόν, τοῖς
καὶ ἐξ αὐτῶν ἀνέφυ τῶν γηγενῶν; Ἢ γοῦν ἐκεῖνό που φῂς ἄμεινόν τε καὶ ἀληθές, ὅτι κεχρημάτικεν ἀδελφὸς καὶ ἐν τάξει γέγονε τῇ Μωσέως, παιδαγωγὸς δηλονό
παρῆχθαι φύσιν, ὅτε καὶ πρῶτον εἰσέδυ; {Β.} Οὔ τί που, κατὰ τὸ εἰκός· ἦν γὰρ ἀεὶ φῶς. {Α.} Τί δὴ οὖν ἡμῖν ὡς δυσάλωτον ἐπιτείχισμα κατεξανι στᾶσιν ἐκε
κἂν εἰ μόνος ἔχειν τὴν ἀθανασίαν ὁ Θεὸς λέγοιτο καὶ Πατήρ, οὐσιῶδες ἔσται καὶ ἐν Υἱῷ τὸ ἀξίωμα, καὶ συγχρηματιεῖ πάντως ἀθάνατος, ἤγουν αὐτὸ κατὰ φύσι
τοῦτό γε; {Α.} Ὅτι τῷ μὲν τὴν ἰδίαν ἔχοντι φύσιν ἀθανασίας ἐρήμην καὶ ζωῆς, εἰσποίητον δὲ παρ' ἑτέρου τὸ χρῆμα κερδαίνοντι, ἁρμόσαι ἂν οἶμαι καὶ μάλα
ἔτι τὸ ἀντιστοιχοῦν, κατά γε τὸν ἐν εἰκότι λόγον, ἀντίστροφον ἤδη πειρᾶσθαι νοεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ μετατετράφθαι τὸ χρῆμα
ὄντων περιθείη τὰ ἑαυτῆς. Ἀλλ' ὧδε νοεῖν ἀπόπληκτον· ἀξιόληπτα δὲ τὰ Θεοῦ, καὶ εἰς λῆξιν ἀναφέρει τὴν ἀνωτάτω· ἑαυτοῦ πως ἤδη καὶ ἀμείνων ὁ Θεὸς καὶ Π
ἥκουσι μέτρον ὡς εἰσποίητον εἶναι δεῖν οἴεσθαι τὸν Υἱὸν καὶ συντετάχθαι τοῖς ἄλλοις, εἰ καὶ τοῖς ἰδίοις εὑρήμασιν ἐπερυθριῶντες, καὶ λελυπημένην ὥσπερ
ἐνοικίζεσθαι τῷ Υἱῷ τὸν γεγεννηκότα 491 διατείνεσθαί τε καὶ φρονεῖν ᾑρημένοι; Ἄλλως τε κἀκεῖνο γάρ, οἶμαι, δεήσει λέγειν· οὐχὶ τῇ πρὸς Υἱὸν ἑνότητι τῇ
κατοικοῦν ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ; Καὶ πρός γε τούτῳ φημί, εἰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾧ τὴν τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ζωοποιεῖ τε καὶ
ἡμεῖς ἐλάβομεν. ∆όσις δὲ ἀγαθὴ καὶ δώρημα τέλειον εἴη ἂν ἕτερόν τι, κατά γε τὸ αὐτῷ σοι δοκοῦν, πλὴν ὅτι τοι τὸ μεταλαχεῖν ἁγίου Πνεύματος; {Β.} Οὐδα
τοὺς πεπιστευκότας; Τὰ γὰρ πρόβατα τὰ ἐμά, φησί, τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ
ἀποκαλῶν; Ἐν παντὶ γάρ, ἔφη, συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διά κονοι. Ἐτέρωθι δέ που περί τινων· ∆ιάκονοι Χριστοῦ 498 εἰσι; παραφρονῶν λέγω, ὑπὲρ ἐγώ
οὐσίας καὶ τὸ αὐτῆς ἐκπεφάνθαι κατ' ἀλήθειαν τὸν Υἱὸν διὰ τούτου σημαῖνον. {Β.} Πῶς λέγεις; {Α.} Βασανίζεσθαι γὰρ ὅλως οἴει χρῆναι πρὸς ἡμῶν τὸν ἐπὶ τ
καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν. {Β.} Ἄριστα ἔφης. {Α.} Ἐμβροντησίας γὰρ ἀληθῶς τῆς ἐσχάτη
μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννη κότι; {Β.} Ὀρθῶς ἔχει. {Α.} Ἴθι δὲ δὴ καὶ ἐπ' ἐκεῖνο
γὰρ ἐν αὐτῷ καὶ κινούμεθα καί ἐσμεν, ὥς που καὶ σοφὸς ἔφη λόγος. {Β.} Ἀληθές. {Α.} Ἴτω δὴ οὖν καὶ ἐπ' αὐτὸν ἀτεχνῶς, τῆς δυσφημίας ὁ λόγος, καὶ διακε
Ἰωάννης τὸ ἥκιστά γε ψευδοεπεῖν ἐπιψηφιεῖται, λέγων ἀναφανδὸν ὅτι· Πολλὰ μὲν καὶ ἄλλα σημεῖα πεποίηκεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι
οὔ τί που. {Α.} Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. ∆έδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; {Β.} Καὶ πάνυ. {Α.} Ἄμεινον δὲ δήπουθεν τὸ γ
Οὐκοῦν καὶ συνυφε στάναι καὶ συναναιρεῖσθαι δι' ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι' ὃ λέγεται καὶ ἔστιν ὅ ἐσ
ἐπιτρό πους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ
παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν· ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τ
πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασ μολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν-, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί
τὴν θεῖαν καὶ ἀπόρρητον φύσιν ἐκβεβιάσθαι λέγειν ἤγουν ἡττῆσθαι τῇ κτίσει, πῶς οὐκ ἀπόπληκτον παντελῶς; Οὐκοῦν γενό μενος καθ' ἡμᾶς, οὐ καθ' ἡμᾶς ἔστα
δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής. Πῶς γὰρ ἂν ἐφ' ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; {Β.} Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγ
ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατα κομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθ
καὶ Πατρός. {Β.} Ἀλλ' εἴπερ ἕλοιντο καὶ αὐτοὶ μονογενῆ δεῖν οἴεσθαι λέγειν αὐτὸν ἐπειδὴ μόνος ἐκ μόνου γέγονε τοῦ Πατρός, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖ
συναποφαινούσης τῷ Υἱῷ τὸν Πατέρα κατα τολμᾶν εἰπεῖν ἀπρακτεῖν ἔτι περὶ τὴν κτίσιν; {Β.} Σφαλερώτατον. {Α.} Ἀσύνετον δὲ κἀκεῖνο οἶμαί που. {Β.} Τὸ τί
τὸ γεγραμμένον. {Α.} Καὶ πῶς οὐ μικρὸν ἂν εἴη καὶ εὐτελὲς τῇ τοῦ Υἱοῦ φύσει τὸ πλαστουργῆσαι στρουθίον; Ἀνθ' ὅτου δὲ καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων το
Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψ
φίζετο· καὶ γὰρ ἦν ἄθεα κατὰ τὸν κόσμον· ἐπειδὴ δὲ τὸν Υἱὸν ἐπέγνω διὰ τῆς πίστεως, ἐλπίδος τε εἴσω πέφηνεν ἀγαθῆς, καὶ τὸ τῆς ἀθεΐας αἶσχος διέδρα τε
{Β.} Εὖ λέγεις. {Α.} Εἰ μὲν οὖν τὸ δεῖν οἴεσθαι χρηστοῖς ἡμᾶς κατα γοητεύειν λόγοις μεθέντες, ὡς ἀπωτάτω τῆς ἀληθοῦς θεότητος ἐκπέμπουσι τὸν Υἱόν, ἀπη
Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτερο
γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν. Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι' ἀμφοῖν δηλού μενα,
διακεκτῆσθαι δύναμιν τὴν δημιουργόν, ἀλλ' ὁμοῦ μὲν τοῦ πρέποντος ἁμαρτεῖν, τητᾶσθαι δὲ οὕτω καὶ εὐσθενείας τῆς ἀνωτάτω; {Β.} Πῶς; {Α.} Ἦ οὐκ ἐννοεῖς κ
παγκάλη τε καὶ παναρίστη μοῖρα τὸ δημιουργεῖν δύνασθαι τῷ Θεῷ, ὅτε καὶ διὰ τούτου τίς τε καὶ ὅσος ἐστὶ πρὸς ἡμῶν γινώσκεται. Ἀπὸ γὰρ μεγέθους καὶ καλ
τᾶν. Πότερα δὲ χρῆναι δημιουργεῖν πιστεύωμεν, ἀφορμὴν εἰς ὕπαρξιν τοῖς γενητοῖς τὸ εἶναι θέλειν αὐτὰ διανέμουσαν, καὶ τὸ δεῖν ὑπάρξαι μόνον τοῖς οὐκ ο
ἂν ἡμῖν οἱ δι' ἐναντίας; πεπαύσονται γὰρ οὐδαμῶς παρασημαίνοντες τὴν ἀλήθειαν καὶ τὰ οἷσπερ ἂν ἕποιτο νοεῖσθαι σοφῶς, εἰ περιτρέποιντο πρὸς οἰκονομίαν
ἀπρακτήσει ποτέ, παρελέσθαι τὸ δοτὸν ἐθελήσαντος τοῦ Πατρὸς καὶ τῆς Υἱοῦ φύσεως ἀποσοβῆσαι τὴν ἐνέργειαν, ὑφ' ἧς, ὥς φασι, κινούμενος, δέδεικται ποιητ
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δ
γοῦν ὁ Παῦλος τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν, οὐκ ἀγγέλων ἐπειλῆφθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπών, ἀλλὰ σπέρματος Ἀβραάμ, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφ
ἀσυνέτως καταλωβήσαιο τὸν ὑγιᾶ τε καὶ εὐσεβῆ περὶ αὐτοῦ λόγον; {Β.} Κινδυνεύομεν. {Α.} Ἀποσκευασώμεθα δὴ οὖν ἀνοσιότητός τε γραφὴν καὶ δυσσεβείας ἐγκλ
ἀκονιτὶ μέν, ὦ 'γαθέ· τὸ γάρ τοι χρῆμα δυσδιε ξίτητον μέν, πλὴν ἐξ ἀναγκαίων συλλογισμῶν, φιλοθηρεῖν εὖ μάλα παρέσται τἀληθές. Πρῶτον μὲν γάρ, εἰ τῇδε
ταὐτοειδές, διεσάφει λέγων· 554 Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐπειδὴ δὲ ὁ Πατὴρ ἐν Υἱῷ λαμπρῶς καὶ ἀπαραλλάκτως ὁρᾶται καὶ γινώσκεται, κοινά
τοῦ Θεοῦ φύσιν οὐκ ἂν οἴοιτό τις εὖ φρονῶν· οὐκ ἄρα θέλησις ὁ Πατήρ, ἀλλ' ἐν ὑπάρξει νοούμενος ἰδικῇ, συμφυᾶ καὶ συνάναρχον οἱονεὶ θέλησιν ἔχει τὸν ἴδ
∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ οὐχὶ τὴν θέλησιν ἔφασκε τοῦ Πατρός. Ἑαυτὸν δὲ παριστὰς εἰς εἰκόνα τοῦ Πατρὸς ὁ Υἱός, Ὁ ἑωρακὼς ἐμέ, φησίν, οὐχὶ τὴν θέ
ἔχειν ἐν ἑαυτῷ. Καὶ μὴν καὶ ἑτέρωθι, καταναρκήσας οὐδέν· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐ
δ' ἂν μᾶλλον αὐτῇ τὸ εἶναι διὰ παντός, ἄναρχόν τε καὶ ἀτελεύτητον τὴν ὕπαρξιν ἔχειν. Εἰ δὲ δὴ σοφὸν οἴονται 561 καὶ κατεσκεμμένον ὑπάρχειν αὐτοῖς τὸν
ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ. {Α.} Προστίθει τὸ λεῖπον, ἤγουν ἀδικῶν ἴσθι τοι τὸ ἀληθές. {Β.} Τὸ τί δή; {Α.} Τὸ οἷς ἔφης ἀναγκα
ὅτι Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνο
κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός; Ἐπιφωνείτω δὲ πᾶς αὐτοῖς φιλόθεός τε καὶ εὐσεβ
ὀλισθήμασι καὶ ταῖς ἡμῶν ἁμαρτίαις πλείστην μὲν ὅσην ἐχέτω τὴν χάριν ὁ Μονογενής. Ἴστω δὲ ὅτι πρόφασις αὐτῷ τῆς θεοποιοῦ δόξης, τῆς ἀνθρωπότητος τὰ ἐγ
ἑκάστῳ διανέμειν ὧν ἂν δρῴη τὰς ἀμοιβὰς καὶ οὓς ἂν ἕλοιτο δικαιοῦν (Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; κατὰ τὸ γεγραμμένον)· ἐνεργὸν ἐπ' ἀμφοῖν ο
ἀνθρω πότητος τὸ σμικροπρεπὲς τῇ ὑπὲρ πάντα φύσει προσνέμων, ὡς αὐτῇ κυρίως προσπεφυκός, ἀλλ' εὐκρινῆ καὶ τετορευ μένην τὴν ἐφ' ἑκάστῳ διαστολὴν εὖ μά
Πλεῖστοι δὴ οὖν ὅσοι κατὰ φύσιν υἱοί, μᾶλλον δὲ ἀριθμοῦ κρείττονες· καὶ τὸ τῆς δυσφημίας παρείσθω πλάτος, εἰ πάντες υἱοὶ κατὰ φύσιν, ταύτῃ τοι καὶ θεο
σκιὰν ἐπαλείφοντες καὶ ψιλοῖς ὀνόμασιν ἐκτετιμῆσθαι πιστεύοντες· τοῦ γε μὴν εἶναι φύσει τε καὶ ἀληθῶς Θεὸν ἀνέδην ἐκπέμψουσιν. Εἶτα τίς οὕτω νωθής τε
συκοφαντίαν; ∆εδόσθω γὰρ ὅτι καὶ τὸ ἄγαν ὑπερκείμενον ἐθελουσίως ἔσθ' ὅτε πρὸς τὸ τῶν ὑποκα θημένων σμικροπρεπές, τὴν ἰδίαν καταβιβάζει δόξαν· τὸ δὲ ἐ
νοεῖν. {Α.} Τί δὲ δὴ ἄρα καὶ ἡ χεὶρ ἡμῖν κατασημανεῖ τοῦ Πατρός; Πότερα τὴν παντουργικὴν ἐνέργειαν, ἤγουν τὴν ἰσχύν; Ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαν
σκληρὸν καὶ δυσάγωγον 580 ὄντα, τὸν Ἰσραήλ. Γράφει γὰρ ὡδί· Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν α
ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ' οὖν, εἰπέ μοι, τοῖς οὕτω βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦ
τὸ ῥητόν, καὶ οὔτι που δι' ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι' ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρω θούμενον, τότε δ
λαβών. Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; {Β.} Ἀστειότατά γε. {Α.} Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λ
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺ
{Β.} Ἰωάννης ὁ Βαπτιστὴς μεμαρτύρηκε λέγων ὅτι Τεθέα μαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπ' αὐτόν. {Α.} Οὐκοῦν, ἀναμέτ
διαφορᾶς ὁ λόγος, ἀναμέρος ὁλοτρόπως ἑκάτερον ἱστάς· ἢ γὰρ ἂν εἶεν καὶ δύο θεοί· μιᾶς δὲ καὶ μόνης οὔσης τε καὶ νοουμένης θεότητος, ζῶντα καὶ ὑφεστηκό
καταψηφιοῦνται πάλιν αὐτοῦ τὴν μέθεξιν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τέ φασι καὶ δοτὸν ὡς οὐκ ἔχοντι γενέσθαι ποτέ. Καίτο
τοῦ Θεοῦ καὶ Πατρός; Πῶς δὲ καὶ ἀπαύ γασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Οὐ γὰρ ἐν χρόνῳ γέγονε χαρακτήρ, ἀλλ' ἦν τοῦτο κατὰ φύσιν καὶ ἐν ἀρχῇ. Ε
ἀνόσιον ἐκπολιορκῆται θράσος κατοκνήσαιμ' ἂν οὐδαμῶς καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν· ἢ γὰρ οὐχὶ πρέποι ἂν μόνῳ τε καὶ ἐξαιρέτως ἀνακείσεται τὸ
σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτ
ἄνθρωπος, ὃς ἰδίας φύσεως καρπὸν οὐκ ἔχων τὸ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, δέχεταί πως αὐτὸ καθ' ἕνωσιν καὶ τὴν ἀπόρρητον συνδρομήν, ἥπερ ἂν νοοῖτο τ
ἀνάπτειν χρόνοις τοῖς καθήκουσι τὰς 603 φωνάς, ἄνω τε καὶ κάτω τὰ πάντα διακυκᾶν καὶ ἀναφύρειν ἐγνώκασι. Καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν ὡς ἴδια μὲν ἦν
καὶ Θεόν, ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιουμένων· Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Π
δὴ τὸ ζῇν, οἰκονομικῶς τῷ θανάτῳ τὸ δόξαι νικᾶν ἐπιδούς, ἀνοιχήσεται δηλονότι καὶ πρὸς τὸ ἕτερον, τουτέστι τὸ ἐν κυριότητι φυσικῇ διαφανές, τῇ μετὰ σα
μὴν εἴπερ τῳ καὶ ἑτέρῳ δοκεῖ, ὡς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ κατὰ παντὸς τοῦ γεγονότος ἀνῆπται κράτος, καὶ ἔστι πάντα Θεοῦ, συλλήβδην εἰπεῖν οὐρανός
γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν α
{Β.} Συνοιχήσεται γὰρ οὖν· ὡς ἔστι σαφής τε καὶ ἀληθὴς ὁ λόγος. {Α.} Τί δὲ δὴ καὶ μαθὼν ὁ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Θεοῦ βασιλείαν ὠνόμαζε τὴ
παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποῦ γὰρ ἔτι τοῦ Υἱοῦ νοοῖτ' ἂν ὁ κλῆρος, εἰ παραδίδοται τῷ
δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. {Β.} Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημέν
ἁλώσεται δυναμῶν. Ἆρ' οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; {Β.} Καὶ μάλα. {Α.} Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ ο
αὐτῶν. Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ' ὑπόστασιν ἰδικὴν νοοῖτ' ἄν, εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος; {
ἀποστόλων τὸ ἐπὶ Χριστῷ φρονεῖν ἑλέσθαι μέγα, αὔχημά τε ποιεῖσθαι φιλεῖν τῆς διὰ σφῶν αὐτῶν ἐνεργείας αὐτόν; {Β.} Καὶ μάλα. {Α.} Τί οὖν ἐπὶ τῷδε φαῖεν
δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 622 οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατ
ἀνθρωπότητος τῆς Θεῷ κατεζευγμένης καὶ ζυγῷ δουλείας κατεσφιγμένης μεθ' ὑπακοῆς ἡ προσκύνησις, καὶ μὴν καὶ τὸ μὴ εἰδέναι τίς ἡ ἐν Θεῷ βουλή τε καὶ σκέ
ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκ
ὅπερ ἐστὶ τὸ ἐν τάξει τε καὶ μέτρῳ Θεοῦ προσκυνεῖσθαι δεῖν; {Β.} Ἥκιστά γε. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε. Μόνῃ γὰρ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει τὰ αὐτ
πῶς γὰρ οὔ; {Α.} Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸ
Ἀκούεις ὅπως ἀνῃρηκὼς τὴν δόξαν ὡς ἀκαλλῆ καὶ ταῖς Ἰουδαίων ἀμαθίαις πρεπω δεστέραν, τὸ χρῆναι μᾶλλον ἀγαθουργεῖν τῶν ὑπὲρ ἄνθρωπον ἐννοιῶν ἀνθελέσθαι
αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ' ἑαυτοῖς; Εἷς γὰρ ἥλι
Υἱός. ∆υσσεβὲς δὲ καὶ ἀπόπληκτον κομιδῇ τὸ κολοβοῦν εἰς δυάδα, καὶ οἱονεὶ συστέλλειν ἀποτολμᾶν τὴν τῆς θεότητος φύσιν, καίτοι γε τῆς ἁγίας καὶ θεοπνεύ
Πνεῦμα τοῦτο δρᾶν. {Α.} Τίνα δὴ τρόπον, ὦ τᾶν, εἰ μὴ Θεὸς τὸ Πνεῦμά ἐστιν; {Β.} Ὅτι κἂν εἴ τις ἕλοιτο, φησίν, εἰς ἁγίους εὐσεβεῖν, εἰς Θεὸν εὐσεβεῖ. Κ
ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω 638 πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλ
συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. Ἀναπλαττόμεθα γὰρ εἰς εἰκονισμὸν τὸν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἤτοι πρὸς Θεόν, διὰ πίστεω
σαφῶς καὶ ἠκριβωμένως ἑνοῦσα Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἐσομένην ἐν ἡμῖν τὴν τοῦ Θεοῦ μέθεξιν πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος ἀναφανδὸν ἐ
κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ; Ἑαυτοῦ γε μὴν πέρι καὶ τῶν ἄλλων ἀποστόλων. Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακ
χρῆμα παρέποιτο ἄν, ὦ Ἑρμεία, καὶ μάλα εἰκότως, κτιστῇ καὶ πεποιημένῃ φύσει, Θεοῦ δὲ δὴ πάντως ἀφεστήξει μακράν. {Β.} Πάνυ μὲν οὖν. Ἀληθὲς γάρ που τὸ
τὸ ἅγιον, διακονεῖ δὲ μᾶλλον ὑπουργικῶς τὴν παρ' ἑτέρου του χάριν, πῶς εἰς βασιλέα κέχρισται, χρίσμα λαβὼν τὸ Πνεῦμα Χριστός; Ἰησοῦν γάρ, φησί, τὸν ἀ
πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώ σατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ
ψήφου, σφίσι τε αὐτοῖς καὶ ἑτέροις δύνασθαι κατορθοῦν τὸ καὶ θρόνων ἐφικέσθαι βασιλικῶν, ἀρχῆς τε περιφανοῦς καὶ σκήπτρων κατάρχειν, ἑαυτῷ τὸ πάντων ἀ
ὥσπερ ἀπὸ πηγῆς τοῦ Θεοῦ, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἐφ' ἕκα στον τῶν δυναμουμένων ἡ δύναμις, καθάπερ ἀμέλει καὶ ἡ σοφία, καὶ τὰ ὧν ἐστι δοτήρ. Ὃ γάρ
Θεοῦ, κατόπιν ἰέναι διακεισόμεθα τοῦ ∆ημιουργοῦ, καὶ διὰ τῆς εἰς ἔκφυλον ἑτερότητα διακοπῆς διοικοῦμεν αὐτοῦ τὸ διαπρέπειν ἐν τελειότητι τῇ ἑκάστῳ πρε
εἰσδεδεγμένοι τὴν δόξαν, τὴν ἐπ' εὐθὺ βαδιούμεθα, διανευμάτων μὲν ὥσπερ καὶ ῥοπῆς τῆς εἰς πᾶν ὁτιοῦν ἀκαλλὲς καὶ ἐξεστραμμένον τὸν νοῦν ἀπαλλάττοντες,
ἀποφέρει λέγων· Τοῦτο δὲ εἶπε περὶ 657 τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Ἰδοὺ δὴ αὖ σαφῶς τε καὶ ἐναργῶς, ὕδωρ ζωῆς ἰσοτ
ἑτερότητος τρόπος, φημὶ δὲ τῆς κατ' οὐσίαν; Ἢ πῶς οὐχ ἁλοῖεν ἂν σαθροὶ καὶ ὀλιγογνώμονες οἱ κτίσει συγγράφοντες τὸ δι' οὗ καὶ ἐν ᾧ θεότητος φύσις ἐστὶ
ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ
τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Καὶ μὴν ἔχοιμ' ἂν εἰπεῖν ὡς ἕνα μὲν
Κύριον Ἰησοῦν Χριστὸν ὁ ἱερὸς ἡμῖν ἔφη Παῦλος. Ψάλλει δὲ καὶ ὁ ∆αβὶδ ἐν Πνεύματι ὅτι "Τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς
πλὴν τοῦ Θεοῦ ἡμῶν;". Ἆρ' οὖν οὐχὶ σαφέστατά γε καὶ ἐναργέστατα διὰ τῆς τῶν θεολόγων 465 φωνῆς εἷς τε καὶ μόνος καὶ ἀληθινὸς
ἀνεκηρύχθη Θεὸς ὁ Μονογενής; {Β.} Ἀληθές. {Α.} Ὅτε τοίνυν μόνος ἡμῖν καὶ ἀληθινὸς εἰσκεκόμισται Θεὸς ὁ Πατήρ, ἰσοτρόπως δὲ
αὖ καὶ ἀπαραλλάκτως ἔχων ὁ Υἱός· καταλογισθείη γὰρ ἂν ἕτερος ἐπ' αὐτῷ τὸ σύμπαν οὐδείς· ποῖ ποτε ἄρα δραμεῖται τῶν πιστευόντων
ὁ νοῦς, εἴπερ ἄμφω διὰ σφῶν αὐτῶν ἐξωθεῖεν ἄν, καὶ οὐκ ἐν βεβαίῳ τῆς θεοπρεποῦς ἔσονται δόξης, εὐκατάσειστόν τε καὶ εὐανάτρεπτον
κομιδῇ λαχόντε τὴν φύσιν; Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ εἶναι παραδεξαίμεθα μόνον καὶ ἀληθινὸν Θεὸν τὸν Πατέρα, κατασφραγιοῦμεν
εὐθὺς τὸ ἑτεροφυὲς τῷ Υἱῷ, καὶ τῶν τῆς ἀληθοῦς θεότητος ὅρων ἀποσοβοῦντες αὐτόν, ἐν ἑτέρᾳ που φύσει γεγονότα διοψόμεθα; Εἰ
δὲ δὴ μόνῳ τῷ Υἱῷ τὸ τῆς ἀληθοῦς θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμοντες, οὐδένα τὸ σύμπαν ἐπ' αὐτῷ καταλογισαίμεθα, ἆρ'
οὐχὶ καθοριοῦμεν τῆς τοῦ Πατρὸς δόξης ἃ μὴ θέμις εἰπεῖν; {Β.} Ἕρπει μὲν εἰς τοῦτο τῶν ἐννοιῶν ἡ δύναμις· πλὴν τάχα που κἀκεῖνο
εἰκὸς τοὺς δι' ἐναντίας εἰπεῖν, ὡς περιεστήξει πάντως ἡμῖν εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς ὁ Υἱός, οὐχ ἕνα δὴ λέγειν, ἀλλὰ δύο τοὺς
θεούς. {Α.} Ἀνεπιτήδευτον μὲν τῶν ἄγαν ἐκτόπων ἐκείνοις οὐδέν, δυσφημίας δὲ τρόπος ἁπαστισοῦν βάσιμός τε καὶ ἱππήλατος. Σκοπὸς
δὲ ἡμῖν οὐχὶ τοῦτο φάναι ποθέν, συνωθεῖ δὲ μᾶλλον εἰς ὁμολογίαν ὁ λόγος τοῦ χρῆναι νοεῖν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας
διὰ τῆς ἀληθοῦς γεννήσεως ἀναφύναι τὸν Υἱόν, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, οὐκ εἰς ὀθνείαν τινὰ καὶ ἔκφυλον ἐκπεφυκότα φύσιν,
ἀλλ' ὄντα τοῦτο οὐσιωδῶς ὅπερ ἂν εἶναι νοοῖτο καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Συναριθμουμένου γὰρ ὧδε καὶ συναναθρώσκοντος
εἰς θεολογίαν τοῦ ἁγίου Πνεύματος, μία λοιπὸν ἡ ἀληθινὴ καὶ φύσει θεότης ἐν ὁμοουσίῳ προσκυνεῖται Τριάδι. {Β.} Ἀλλ' εἰ τρεῖς
εἶναι, φασί, τὰς ὑποστάσεις δώσομεν, καὶ ἡ θεότης ἐν τριπλῷ νοηθείη ἄν, κατά γε τὸν εἰκότα λογισμόν. {Α.} Ἀλλ' ὅ γε τῆς ἀληθοῦς
μυσταγωγίας ἡμᾶς οὐχ ὧδε ταῦτ' ἔχειν ἐκπεπαίδευκε λόγος. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ οὔ τί
πού φαμεν εἰς τρεῖς ὅτι θεοὺς ἡ πίστις, ἀλλ' εἰς μίαν θεότητα, τὴν ἐν Τριάδι προσκυνητήν. Τί τοίνυν ἀποβιβάζῃ, καὶ λογισμοῖς
ἀνθρωπίνοις ὑποφέρειν πειρᾷ τὰ ὑπὲρ νοῦν καὶ λόγον, ἃ καὶ οἶμαι δεῖν ἀπεριεργάστῳ καὶ μόνῃ τιμᾶσθαι τῇ πίστει; 466 Ἀνόσιον
γὰρ κομιδῇ καὶ δυσσεβείας εἰς λῆξιν ἧκον τὴν ἀνωτάτω τὸ φάναι περιεργότατα, πῶς ἄρα καὶ τίς ἡ Τριάς, ἔχει δὲ ὅπως καθ' ἑαυτὴν
ἡ τῆς θεότητος φύσις; Εὐσεβὲς δὲ μᾶλλον τὸ περινοεῖν ἐθέλειν ὀρθῶς, κατὰ τίνα δὴ τρόπον ἐν ἁγίᾳ Τριάδι μία προσκυνεῖται θεότητος
φύσις. Φάθι δὴ οὖν, ὦ Ἑρμεία, τουτὶ μὲν ἡμᾶς οἴεσθαί τε καὶ δοξάζειν ὀρθῶς, ἀνοσιουργεῖν δὲ τοὺς δι' ἐναντίας, τὰ καὶ νοῦ
παντὸς ὑπερφέροντα λογισμῶν ἀθλίων εὑρήμασιν ἀσυνέτως ἐκβασα νίζοντας. {Β.} Εὖ λέγεις. Φημὶ γὰρ οὖν ἔγωγε, τοῦτο δρᾶν αὐτούς.
Πῶς οὖν ἄρα Θεὸς εἷς ἐν ἡμῖν, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι καὶ ὁ Πατὴρ νοοῖτο καὶ ὁ Υἱός; {Α.} Συλλήπτορά τε καὶ ἀρωγὸν ἀναγκαίως
εἰς τοῦτο παραληψόμεθα τὸν τῆς ὁμοουσιότητος τρόπον, τὸ διττὸν ἐν ὑποστάσεσιν εἰς ἕν τι τὸ δι' ἀμφοῖν κατασφίγγοντα καὶ τὸ
διαχεῖσθαι δοκοῦν εἰς ἰδιότητα τὴν ἐφ' ἑκατέρῳ καὶ ἀναμέρος εἰς ταὐτότητα συλλέγειν εὖ μάλα δυνάμενον, ὡς ἂν μήτε τὸ διπλοῦν
τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ πρὸς τινοσοῦν ὅλως ἐπιφημίζοιτο φύσει, μήτε μὴν αἰδοῖ τοῦ μὴ δοκεῖν τὸν τῆς ἁπλότητος κατασίνεσθαι
λόγον, τὸ διττὸν ἐν ὑποστά σεσιν ἀναιροῦντες ἁλισκοίμεθα. Ἀληθῆ δὲ ὄντα τὸν τῆς ὁμοουσιότητος λόγον, καὶ αὐτά που μάλα διεκφήνειεν
ἂν τὰ ἐφ' Υἱῷ μαρτύρια, τῶν