ἑαυτῆς. Ἠλευθέρωσε δὲ τὰ βουληθέντα ἀνδράποδα ὀκτα κισχίλια, τὰ λοιπὰ γὰρ οὐκ ἐβουλήθησαν ἀλλ' ᾑρήσαντο δουλεῦσαι τῷ ἀδελφῷ αὐτῆς· ᾧ παρεχώρησε πάντας ἀπὸ τριῶν νομισμάτων λαβεῖν. Τὰ δὲ κτήματα τὰ ἐν ταῖς Σπα νίαις καὶ Ἀκυτανίᾳ καὶ Ταρακωνησίᾳ καὶ Γαλλίαις δια πωλήσασα, τὰ ἐν Σικελίᾳ μόνα καὶ Καμπανίᾳ καὶ Ἀφρικῇ ἑαυτῇ καταλείψασα ἐπελάβετο εἰς χορηγίαν μοναστηρίων. 61.6 Αὕτη αὐτῆς ἡ σοφία ἡ περὶ τοῦ φορτίου τῶν χρημάτων. Ἡ δὲ ἄσκησις αὐτῆς ἦν αὕτη· ἤσθιε μίαν παρὰ μίαν- ἐν δὲ ταῖς ἀρχαῖς καὶ ὑπὲρ πέντε-εἰς ἐφημερίαν ἑαυτὴν τάξασα τῶν ἑαυτῆς δουλίδων ἃς καὶ συνασκητρίας εἰργάσατο. Ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὴν μητέρα Ἀλβίναν ἀσκου μένην ὁμοίως καὶ διασκορπίζουσαν κατ' ἰδίαν πάλιν τὰ ἴδια χρήματα. Εἰσὶν οὖν οἰκοῦσαι ἐν ἀγροῖς, ποτὲ μὲν Σικελίας ποτὲ δὲ Καμπανίας, μετὰ εὐνούχων δεκαπέντε καὶ παρ θένων ἑξήκοντα, καὶ ἐλευθέρων καὶ δουλίδων· 61.7 ὁμοίως καὶ Πινιανὸς ὁ ἀνὴρ αὐτῆς μετὰ μοναζόντων τριάκοντα, ἀναγινώσκων καὶ περὶ κῆπον ἀσχολούμενος καὶ περὶ σεμνὰς συντυχίας. Οὐ μικρῶς δὲ καὶ ἡμᾶς πλείονας ὄντας ἐτίμησαν ἀπελθόντας ἐν Ῥώμῃ διὰ τὸν μακάριον Ἰωάννην τὸν ἐπίσκοπον, ἀναπαύσαντες ἡμᾶς καὶ ξενοδοχίᾳ καὶ ἐφοδίοις δαψι λεστάτοις, μετὰ πολλῆς χαρᾶς καρπούμενοι τὴν αἰώνιον ζωὴν τοῖς θεοδωρήτοις ἔργοις τῆς ἀρίστης πολιτείας. 62 .tΠερὶ Παμμαχίου 62.1 Τούτων συγγενὴς Παμμάχιος ὀνόματι ἀπὸ ἀνθυπά των ὁμοίως ἀποταξάμενος ἔζησε τὸν ἄριστον βίον, πάντα τὸν ἑαυτοῦ πλοῦτον τὸν μὲν ζῶν διασκορπίσας, τὸν δὲ τελευτῶν πτωχοῖς καταλείψας· ὁμοίως καὶ Μακάριός τις ἀπὸ βικαρίας, καὶ Κωνστάντιος συγκάθεδρος γενόμενος τῶν κατὰ τὴν Ἰταλίαν ἐπάρχων, ἄνδρες ἐπίσημοι καὶ λογικώτα τοι καὶ εἰς ἄκρον φιλοθείας ἐλάσαντες· οὓς ἔτι νομίζω καὶ ἐν σαρκὶ ὑπάρχειν τὸν ἄριστον ἐξησκηκότας βίον. 63 .tΠερὶ παρθένου τῆς ὑποδεξαμένης τὸν μακάριον Ἀθανάσιον 63.1 Ἐν Ἀλεξανδρείᾳ ἔγνων παρθένον ἣν κατείληφα ὡς ἐτῶν ἑβδομήκοντα· προσεμαρτύρει δὲ αὐτῇ ὁ κλῆρος ἅπας ὅτι νέα οὖσα ὡς ἐτῶν εἴκοσι καὶ σφόδρα ὡραιοτάτη φευκτὴ ἦν διὰ τὸ κάλλος, ἵνα μή τινι μῶμον δῷ ἐξ ὑπο νοίας. Ὅτε οὖν συνέβη τοὺς Ἀρειανοὺς συσκευάσασθαι τὸν μακάριον Ἀθανάσιον τὸν ἐπίσκοπον Ἀλεξανδρείας δι' Εὐσεβίου τοῦ πραιποσίτου ἐπὶ Κωνσταντίου τοῦ βασιλέως, καὶ ἀθέμιτα αὐτοῦ κατηγόρουν συκοφαντοῦντες, φεύγων τὸ παρὰ διεφθαρμένου κριτηρίου κριθῆναι οὐκ ἐθάρρησεν οὐδενί, οὐ συγγενεῖ οὐ φίλῳ οὐ κληρικῷ οὐκ ἄλλῳ τινί· 63.2 ἀλλ' εἰσελθόντων τῶν ἐπαρχικῶν αἰφνίδιον εἰς τὸ ἐπισκοπεῖον καὶ ζητούντων αὐτόν, λαβὼν αὐτοῦ τὸ στιχάριν καὶ τὸ βιρὶν ἐν μεσαιτάτῃ νυκτὶ κατέφυγε πρὸς ταύτην τὴν παρθένον. Ἡ δὲ ξενισθεῖσα ἐπὶ τῷ πράγματι διεπτοήθη. Λέγει οὖν αὐτῇ· "Ἐπειδὴ ζητοῦμαι παρὰ τῶν Ἀρειανῶν καὶ ἀθέμιτα συκοφαντοῦμαι, ἵνα οὖν μὴ κἀγὼ ἄλογον ἀπενέγκωμαι δόξαν καὶ εἰς ἁμαρτίαν ἐμβάλω τοὺς τιμωρήσασθαί με βουλομέ νους, ἐνεθυμήθην φυγεῖν. 63.3 Ἀπεκάλυψε δέ μοι ὁ θεὸς ταύτῃ τῇ νυκτὶ ὅτι "Παρ' οὐδενὶ ἔχεις σωθῆναι εἰ μὴ παρ' ἐκείνῃ"." Ἀπὸ πολλῆς οὖν χαρᾶς ἐκείνη ῥίψασα πάντα διαλογισμὸν ὅλη γεγένηται τοῦ κυρίου· καὶ κατέκρυψε τὸν ἁγιώτατον ἐκεῖνον ἐπὶ ἓξ ἔτη μέχρι τῆς ζωῆς Κωνσταντίου, αὐτὴ καὶ περινίπτουσα τοὺς πόδας, καὶ τὰ περιττεύματα διακονοῦσα, καὶ τὰς χρείας αὐτῷ πάσας οἰκονομοῦσα, καὶ βιβλία κιχρωμένη καὶ παρέχουσα αὐτῷ· καὶ οὐδεὶς ἀνθρώ πων πάσης Ἀλεξανδρείας ἔγνω ἐν τοῖς ἓξ ἔτεσι ποῦ διάγει ὁ μακάριος Ἀθανάσιος. 63.4 Ὡς οὖν ἠγγέλθη ὁ θάνατος Κωνσταντίου καὶ ἦλθεν αὐτοῦ εἰς τὰς ἀκοάς, καλῶς ἐνδυσά μενος πάλιν ἐν τῇ νυκτὶ εὑρέθη ἐν τῇ ἐκκλησίᾳ, πάντων ἐκστάντων καὶ θεασαμένων αὐτὸν ὡς ἐκ νεκρῶν ζῶντα. Ἀπελογεῖτο οὖν τοῖς γνησίοις αὐτοῦ φίλοις ὅτι "Τούτου χάριν πρὸς ὑμᾶς οὐ κατέφυγον ἵνα εὔορκον ὑμῖν ᾖ, ἄλλως δὲ καὶ διὰ τὰ ἔρευνα· κατέφυγον δὲ πρὸς ἣν ὑποψίαν οὐδεὶς ἠδύνατο ἔχειν ὡς ὡραίαν καὶ νεωτέραν, δύο μνηστευσάμε νος, καὶ τὴν σωτηρίαν ἐκείνης, ὠφέλησα γὰρ αὐτήν, καὶ τὴν ἐμὴν δόξαν". 64 .tΠερὶ Ἰουλιανῆσ 64.1 Ἰουλιανή τις πάλιν παρθένος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας