1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

47

αἰτοῦντες λαμβάνομεν. Ἀλλὰ τὸ φρονεῖν ἀπολέσαντες ἀνατιθέασι τῷ βασιλεῖ τὰ τῷ Θεῷ προσήκοντα, πείθουσι δὲ καὶ τὸν ἀνόητον βασιλέα συμψηφίσασθαι καὶ κυρῶσαι τὰ δυσσεβῶς αἰτηθέντα. Ἀλλ' ὁ μακάριος ∆ανιὴλ οὐδὲ βραχὺ τῶν δυσσεβῶν τούτων νόμων φροντίσας, "Εὐθὺς εἰς τὸν οἶκον αὑ τοῦ, φησὶν, εἰσελθὼν, τῶν θυρίδων ἀνεῳγμένων, ἐν τοῖς ὑπερῴοις αὑτοῦ, κατέναντι Ἱερουσαλὴμ τρεῖς καιροὺς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὑ τοῦ, καὶ προσευχόμενος, καὶ ἐξομολογούμενος ἐναν τίον τοῦ Θεοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν." Ὅρα δὲ πόσα κατὰ ταὐτὸν ὁ λόγος ᾐνίξατο, τοῦ μακαρίου ∆ανιὴλ τὴν εὐσέβειαν καὶ τὴν ἀνδρείαν μηνύοντα. Πρῶτον μὲν γὰρ ∆ανιὴλ, φησὶν, ἡνίκα ἔγνω, ὅτι ἐνετάγη τὸ δόγμα, "Εἰσῆλθεν εἰς τὸν οἶκον αὑτοῦ," τουτέστι, μαθὼν τὸν τεθέντα νόμον, καὶ σφόδρα καταφρονῶν, ἀντικρὺς ἐναντία δρῶν διετέλει· εἶτα καὶ ἕτερον τέθεικεν, ὃ σαφῶς αὐτοῦ τὴν ἀνδρείαν μηνύει· "Αἱ γὰρ θυρίδες, φησὶν, ἀνεῳγμέναι." Οὐ γὰρ κρύβδην, φησὶ, τὰς εὐχὰς ἐποιεῖτο, ἀλλὰ προφανῶς, καὶ πάντων ὁρώντων, οὐ φιλοτιμούμενος, ἀλλὰ τῆς δυσσεβείας τοῦ νόμου καταφρονῶν. Πρόσ κειται δὲ καὶ ἕτερον, ταύτην αὐτοῦ τὴν ἀνδρείαν παραδηλοῦν· "Ἐν γὰρ τοῖς ὑπερῴοις αὑτοῦ." Οὐ γὰρ ἐν ἐπιπέδῳ, ἀλλ' ὡς ἐν περιωπῇ τινι προσέφε ρεν τῷ Θεῷ τὰς εὐχὰς, κατάδηλος ὢν ἅπασι, τῷ τε ἐφ' ὑψηλοῦ ἑστᾶναι, καὶ τῷ τὰς θυρίδας ἀναπε πταμένας ἔχειν. "Ηὔχετο δὲ, φησὶ, κατέναντι Ἱε ρουσαλήμ·" τοῦτο δὲ οὐ μόνον τοὺς κατηγόρους παροξύνων ἐποίει, ἀλλὰ καὶ παλαιὸν νόμον πλη ρῶν. Ὁ γὰρ Σολομὼν τὸν νεὼν ἐκεῖνον δειμάμε νος, καὶ τῶν ἐγκαινίων ἐπιτελῶν τὴν πανήγυριν, προσηύξατο μὲν τὴν θείαν χάριν ἐπικαλούμε νος, καὶ ταύτης πλήρη γενέσθαι τὸν νεὼν ἱκετεύων. Πρὸς δὲ ἑτέροις πλείστοις καὶ τοῦτο προστέθεικε· "Καὶ ἔσται, φησὶν, ἐὰν παραδῷς τὸν λαόν σου ἐν ώπιον τῶν ἐχθρῶν αὐτῶν, καὶ αἰχμαλωτεύσουσιν αὐτὸν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν, ἢ 81.1404 ἐγγὺς, καὶ ἐπιστρέψωσι καρδίας αὑτῶν ἐν τῇ γῇ οὗ μετηνέχθησαν ἐκεῖ, καὶ δεηθῶσί σου ἐν γῇ μετοι κίας αὑτῶν, λέγοντες· Ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρ δίᾳ αὑτῶν, καὶ ἐν ὅλῃ τῇ ψυχῇ αὑτῶν, ἐν τῇ γῇ τῶν ἐχθρῶν αὑτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύ ξωνται πρὸς σὲ ὁδὸν γῆς αὑτῶν, ἧς δέδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, καὶ εἰσ ακούσῃ ἐκ τοῦ οὐρανοῦ, ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρ τόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἂ ἠθέτησάν σε, καὶ δῴης αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον τῶν αἰχμαλωτευσάντων αὐτούς." Ταῦτα δὲ πεπαιδευμένος ὁ μακάριος ∆ανιὴλ, κατέναντι Ἱερουσαλὴμ τετραμμένος τὴν προσευχὴν ἐποι εῖτο· οὐχ ἅπαξ δὲ τῆς ἡμέρας, ἀλλὰ καὶ τρὶς τοῦτο ποιῶν διετέλει. Καὶ τὸ σχῆμα δὲ τὴν τῆς διανοίας δείκνυσι συντριβήν. Κάμπτων γὰρ ἐπὶ τὰ γόνατα αὑτοῦ διετέλει τὴν ἐξομολόγησιν προσφέρων τῷ Θεῷ. Τούτων οὕτως γινομένων, οἱ τοῦ φθόνου δοχεῖα γενόμενοι γράφονται παρανομίας τὸν ∆ανιὴλ, καὶ τὸν τεθέντα νόμον ἀναγινώσκουσι, καὶ τόν τε ∆ανιὴλ εἰσαγγέλλουσι, καὶ τὴν παράβασιν ἐξελέγχουσιν. Ὁ δὲ βασιλεὺς ἤλγησε μὲν τῆς γραφῆς ἀκούων, συνήγορος δὲ ἀντὶ κριτοῦ γενόμενος, ἀθῶον δεικνύναι τὸν ∆ανιὴλ ἐπειρᾶτο· τοῦτο γὰρ ᾐνίξατο ἡ συγγραφὴ λέγουσα· ιδʹ. "Τότε ὁ βασιλεὺς, ὡς τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ, καὶ περὶ τοῦ ∆ανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτόν." Ἀλλ' οἱ κακοήθεις ἄνδρες ἐκεῖνοι, καὶ κακουργίᾳ συζῶντες, ἔγνωσαν τὸν τοῦ βασιλέως σκοπόν. Τοῦτο γὰρ σημαίνει τὸ, "Παρῃτή σαντο οἱ ἄνδρες ἐπὶ τὸν βασιλέα·" ἀντὶ τοῦ, συνῆκαν ὡς τῷ ∆ανιὴλ συναγωνίζεται. Εἶτα λέγουσι τῷ βασιλεῖ· "Γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα Μήδοις καὶ Πέρσαις, τοῦ πάντα ὁρισμὸν καὶ στάσιν, ἣν ἐὰν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι." Οὐκ εἶ, φασὶ, κύριος, ἃ νενομοθέτηκας ἀνατρέψαι Μήδων γὰρ καὶ Περσῶν οἱ νόμοι παρακελεύονται, τοὺς τιθεμένους νόμους παρὰ πρώτου πληροῦσθαι τοῦ βασιλέως. Βιασθεὶς δὲ ὁ βασιλεὺς τῷ τε δῆθεν εὐλόγῳ τῶν λόγων καὶ τῷ πλήθει τῶν κατηγόρων, παραδίδωσι μὲν τοῖς