1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

47

ἐκηρύχθη τὸ Εὐαγγέλιον, εἶτα πᾶσι τοῖς ἔθνεσιν· ἀλλὰ καὶ αὖθις κηρυ χθήσεται διὰ τοῦ μεγάλου Ἠλία πρὸ τῆς τοῦ κόσμου συντελείας. Ἐγὼ οὖν, φησὶ, πάντα ποιήσω τὴν σὴν πραγματευόμενος ὠφέλειαν· γνώσῃ γὰρ ἐκ τούτων, οἷα μὲν τὰ παρὰ σοῦ εἰς ἐμὲ γεγενημένα, ὁποῖα δὲ τὰ παρ' ἐμοῦ ὑπαρχθέντα σοι ἀγαθά. ∆ιὰ τοῦτο ἐπ ήγαγεν· ξγʹ. Ὅπως μνησθῇς, καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι στόμα ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί σε κατὰ πάντα ὅσα ἐποίησας, λέγει Ἀδωναῒ Κύριος. Τούτοις ἐν τῇ καμίνῳ καὶ οἱ τρεῖς παῖδες τοῖς λόγοις ἐχρήσαντο. Οἰκειούμενοι γὰρ τὰς τοῦ λαοῦ παρανομίας ἔλεγον προσευχόμενοι· "Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε." Καὶ ὁ θεσπέσιος ∆ανιὴλ ὡσαύτως ἐν τῇ αἰχμαλωσίᾳ ἐβόα προσευχό 81.957 μενος "Σοὶ Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, καὶ τοῖς βασι λεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν." Καὶ τὴν αἰτίαν δεικνύντες ἐπ ήγαγον εἰκότως· "∆ιότι ἡμάρτομέν σοι." Πέρας τοίνυν καὶ αὕτη εἴληφεν ἡ προφητεία· ἀψευδὴς γὰρ ὁ τοῖς προφήταις ἐμπνέων. ∆εῖ τοίνυν καὶ ἡμᾶς τὰ καθ' ἡμᾶς αὐτοὺς ἐξετάζοντας, καὶ βάσανον ἀκριβῆ ποιουμένους τῶν πεπολιτευμένων, παρεξετάζοντας δὲ ταῖς ἡμετέραις πλημμελείαις τὰς θείας εὐεργε σίας, τούτοις κεχρῆσθαι προσευχομένους τοῖς λόγοις, καὶ τῇ αἰσχύνῃ τῶν προειργασμένων ἁμαρτημάτων φεύγειν τὴν τῆς αἰσχύνης ποιητικὴν ἐργασίαν, καὶ τῇ θείᾳ μνήμῃ τὴν ψυχὴν καταυγάζειν. Οὕτω γὰρ δυνησόμεθα πόῤῥω μὲν τῶν τῆς ἁμαρτίας γενέσθαι μηχανημάτων, τῷ δὲ Θεῷ προσεδρεύειν, καὶ τῆς παρ' αὐτοῦ χάριτος ἀπολαύειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ ρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ ς ʹ. ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. α-γ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Υἱὲ ἀνθρώπου, διήγησαι

διήγημα, καὶ εἰπὲ παραβολὴν ἐπὶ τὸν οἶκον Ἰσραήλ. Καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος. Αἰνιγματωδῶς ποιήσασθαι αὐτῷ τὴν προφητείαν παρακελεύεται, ἵν' ἀγνοοῦντες οἱ ἀκούοντες τὰ λεγόμενα σπουδαιότεροι περὶ τὴν τούτων γένωνται ζήτησιν, καὶ δι' ἐρωτή σεως παρὰ τοῦ προφήτου δέξωνται τὴν ἑρμηνείαν. "Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων." Τὸν Ναβουχοδο νόσορ διὰ τούτων ᾐνίξατο, μέγαν μὲν ὀνομάσας διὰ τὸ πολυθρύλλητον γενέσθαι, "μεγαλοπτέρυγον δὲ," ὡς ἐπὶ πλεῖστον τὴν ἡγεμονίαν ἐκτείναντα, "μακρὸν δὲ τῇ ἐκτάσει," ὡς μεγαλόφρονα καὶ ἀλαζόνα· "πλήρη δὲ αὐτὸν ὀνύχων" ἐκάλεσεν, ὡς πολλὴν στρατείαν ἔχοντα, ἱππικήν τε καὶ πεζικὴν, ψιλήν τε καὶ ὁπλιτικήν. Ὄνυχες γὰρ βασιλέως οἱ στρατιῶται, καὶ τὸ ἔσχατον τοῦ σώματος ἔχοντες, διὰ τὸ τοῖς ἡγεμόσιν ὑποκεῖσθαι, καὶ τὸ ὀξὺ καὶ δυνατὸν, εἰς τὸ 81.960 πλήττειν καὶ σπαράττειν θηρίου δίκην τοὺς ἀντιλέ γειν ἐπιχειροῦντας. "Ὃς ἔχει, φησὶ, τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον." Ἐνταῦθα σαφῶς ἐδίδα ξεν, ὅτι οὐκ αὐτομάτως εἰς τὴν Ἱερουσαλὴμ ἐλήλυ θεν, ἀλλ' ἀοράτως τοῦ Θεοῦ τῶν ὅλων παρακινήσαντός τε καὶ ἀγαγόντος· Λίβανον γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν, οὐχ ὡς ἐπίσημον μόνον, ἀλλὰ καὶ ὡς κομῶσαν τηνικαῦτα, καὶ οἰκητόρων πλήθει, καὶ τῶν κατὰ νόμον ἱερέων, καὶ προφητῶν τὰ θεῖα προθεσπιζόντων. Καὶ εἰσῆλθε, φησὶ, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου. (δʹ.) Τὸ ἄκρον τῆς ἁπαλότητος ἀπέκνισε. Τὸν Ἰεχονίαν διὰ τούτων ᾐνίξατο· ἐπί λεκτα δὲ ἔφη τῆς κέδρου διὰ τὴν βασιλείαν, "ἄκρον δὲ τῆς ἁπαλότητος," οὐ μόνον διὰ τὸ ὑψηλὸν, ἀλλὰ καὶ διὰ τὸ νέον τῆς ἡλικίας· νέος γὰρ ὢν ἔτι, καὶ τὴν βασιλείαν ἐδέξατο, καὶ τὴν αἰχμαλωσίαν ὑπέμει νεν· ἁρμοδίως δὲ καὶ τὸ ἀπέκνισε