1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

47

ὀκτώ. εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς. Γοθονεὴλ ἔτεσιν τεσσαράκοντα, Ἐκλὼν ἔτεσιν ιη, Ἀὼθ ἔτεσιν η. ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσιν κ. ἔπειτα ∆εββώρα ἔκρινεν αὐτοὺς ἔτεσιν μ· ἔπειτα Μαδιανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ζ. εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσιν μ, Ἀβιμέλεχ ἔτεσιν γ, Θωλὰ ἔτεσιν κγ, Ἰαεὶρ ἔτεσιν κβ. ἔπειτα Φυλιστιεὶμ καὶ Ἀμμανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη. εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ἕξ, Ἐσβὼν ἔτεσιν ζ, Aἰλὼν ἔτεσιν ι, Ἀβδὼν ἔτεσιν η. ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσιν μ. εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσιν κ. ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσιν μ. εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτόν, Ἠλὶς ἔτεσιν κ, Σαμουὴλ ἔτεσιν ιβ. Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς, πρῶτος ὀνόματι Σαούλ, ὃς ἐβασίλευσεν ἔτη κ, ἔπειτα ∆αυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ. γίνεται οὖν μέχρι τῆς τοῦ ∆αυὶδ βασιλείας τὰ πάντα ἔτη υη. Μετὰ δὲ τούτους ἐβασιλεύει Σολομών, ὁ καὶ τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις κατὰ βουλὴν θεοῦ πρῶτος οἰκοδομήσας, δι' ἐτῶν μ, μετὰ δὲ τοῦτον Ῥοβοὰμ ἔτεσιν ιζ, καὶ μετὰ τοῦτον Ἀβίας ἔτεσιν ζ, καὶ μετὰ τοῦτον Ἀσὰ ἔτεσιν μα, καὶ μετὰ τοῦτον Ἰωσαφὰτ ἔτεσιν κε, μετὰ δὲ τοῦτον Ἰωρὰμ ἔτη η, μετὰ δὲ τοῦτον Ὀχοζίας ἐνιαυτόν, καὶ μετὰ τοῦτον Γοθολία ἔτεσιν ἕξ, μετὰ δὲ ταύτην Ἰωὰς ἔτεσιν μ, καὶ μετὰ τοῦτον Ἀμεσίας ἔτεσιν λθ, καὶ μετὰ τοῦτον Ὀζίας ἔτεσιν νβ, μετὰ δὲ τοῦτον Ἰωαθὰμ ἔτεσιν ι, μετὰ δὲ τοῦτον Ἄχαζ ἔτεσιν ιζ, καὶ μετὰ τοῦτον Ἐζεκίας ἔτεσιν κθ, μετὰ δὲ τοῦτον Μανασσὴς ἔτεσιν νε, μετὰ δὲ τοῦτον Ἀμὼς ἔτεσιν β, μετὰ δὲ τοῦτον Ἰωσίας ἔτεσιν λα, μετὰ δὲ τοῦτον Ὠχὰς μῆνας γ, μετὰ δὲ τοῦτον Ἰωακεὶμ ἔτη ια, ἔπειτα Ἰωακεὶμ ἕτερος μῆνας γ ἡμέρας ι, μετὰ δὲ τοῦτον Σεδεκίας ἔτη ια. μετὰ δὲ τούτους τοὺς βασιλεῖς, διαμένοντος τοῦ λαοῦ ἐπὶ τοῖς ἁμαρτήμασιν καὶ μὴ μετανοοῦντος, κατὰ προφητείαν Ἰερεμίου ἀνέβη εἰς τὴν Ἰουδαίαν βασιλεὺς Βαβυ- λῶνος, ὄνομα Ναβουχοδονόσορ. οὗτος μετῴκησεν τὸν λαὸν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα καὶ τὸν ναὸν κατέστρεψεν, ὃν ᾠκοδομήκει Σολομών. ἐν δὲ τῇ μετοικεσίᾳ Βαβυλῶνος, ὁ λαὸς ἐποίησεν ἔτη ο. γίνεται οὖν μέχρι τῆς παροικεσίας ἐν γῇ Βαβυλῶνος τὰ πάντα ἔτη δ"νδ μῆνες ἡμέραι ι. Ὃν τρόπον δὲ ὁ θεὸς προεῖπεν διὰ Ἰερεμίου τοῦ προφήτου τὸν λαὸν αἰχμαλωτισθῆναι εἰς Βαβυλῶνα, οὕτως προεσήμανεν καὶ τὸ πάλιν ἐπανελθεῖν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν μετὰ ο ἔτη. τελειου- μένων οὖν ο ἐτῶν γίνεται Κύρος βασιλεὺς Περσῶν, ὃς κατὰ τὴν προφητείαν Ἰερεμίου δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐκήρυξεν κελεύων δι' ἐγγράφων τοὺς Ἰουδαίους πάντας, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐπιστρέφειν εἰς τὴν ἑαυτῶν χώραν καὶ τῷ θεῷ ἀνοικοδομεῖν τὸν ναόν, ὃν καθῃρήκει βασιλεὺς Βαβυλῶνος ὁ προειρη- μένος. πρὸς τούτοις δὲ ὁ Κύρος κατ' ἐγκέλευσιν τοῦ θεοῦ προσέταξεν Σαβεσσάρῳ καὶ Μιθριδάτῃ, τοῖς ἰδίοις σωματοφύλαξιν, τὰ σκεύη τὰ ἐκ τοῦ ναοῦ τοῦ τῆς Ἰουδαίας ληφθέντα ὑπὸ τοῦ Ναβουχοδονόσορ ἀποκομισθῆναι καὶ ἀποτεθῆναι εἰς τὸν ναόν. ἐν τῷ οὖν δευτέρῳ ἔτει