De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
δεσπόται εἰς τὸν νάρθηκα, καὶ περιβαλλόμενοι τὰ χρυσοπερίκλειστα σαγία, ἅπτουσιν κηροὺς εἰς τὰς βασιλικὰς πύλας. καὶ εὐθέως εἰσέρχονται καὶ διέρχονται διὰ μέσου τοῦ ναοῦ καὶ τῆς σωλαίας, καὶ πάλιν ἅπτουσιν κηροὺς ἔξω τῶν ἁγίων θυρῶν, καὶ εἰσέρχονται εἰς τὸ ἅγιον θυσιαστήριον, καὶ ἀσπάζονται τὴν ἐνδυτὴν καὶ τὴν τοῦ μάρτυρος ἁγίαν κάραν, καὶ διέρχονται διὰ τοῦ πρὸς ἀνατολὰς τοῦ βήματος ἀριστεροῦ μέρους, καὶ ἐν τῷ ἐκεῖσε τετρασέρῳ εἰσέρχονται, καὶ πάλιν ὑπὸ τῶν ἱερέων προσφέρεται ἡ ἁγία κάρα, καὶ πάλιν μετὰ κηρῶν ὑπὸ τῶν δεσποτῶν προσκυνεῖται, καὶ ἀπ' αὐτῆς λαμβάνουσιν ἅγιον ἀπομύρισμα, καὶ ἐξέρχονται εἰς τὸ ἐξάερον εἰς τὸ ἐκεῖσε ἀναδενδράδιον, κἀκεῖσε σκεπαζόμενοι ἐκβάλλουσι τὰ σκαραμάγγια, καὶ κολόβια περιβαλλόμενοι ὑποστρέφουσιν, κελεύουσιν ἔφιπποι, μέχρι τοῦ παλατίου, κελεύουσι πλοῒ, ὃν τρόπον εἰρήκαμεν τὴν τούτων ἄφιξιν. ἰστέον, ὅτι, πλοῒ ὑποστρεφόντων τῶν δεσποτῶν, ὅσους ἂν κελεύσωσιν συνεστιαθῆναι τῶν 562 ἀρχόντων, τῇ τούτων κελεύσει συνεισέρχονται αὐτοῖς εἰς τὸν δρόμονα. μηνὶ Σεπτεμβρίῳ κϛʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ μνήμη τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου, τῶν δεσποτῶν ἀπιόντων ἐν τῷ σεβασμίῳ αὐτοῦ ναῷ τῷ ἐν τῷ διϊππίῳ. μηνὶ Νοεμβρίῳ αʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ μνήμη τῶν ἁγίων Ἀναργύρων, τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν ἅγιον αὐτῶν ναὸν εἰς τὰ Βασιλίσκου. μηνὶ Αὐγούστῳ κθʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ ἀποτομὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου, τῶν δεσποτῶν ἀπιόντων ἐν τῷ ἁγίῳ αὐτοῦ ναῷ εἰς τὰ Στουδίου κατὰ τὸν προῤῥηθέντα τύπον ἐν τῇ μνήμῃ τοῦ ἁγίου Παντελεήμονος. τῇ ἕωθεν γὰρ προέρχεται πᾶσα ἡ σύγκλητος ἀπὸ σκαραμαγγίων εἰς τὰ Στουδίου. καὶ οἱ μὲν μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι ἵστανται ἔξω τῆς πρὸς θάλασσαν πόρτης· οἱ δὲ τοῦ κουβουκλείου καὶ οἱ βασιλικοὶ καὶ οἱ τοῦ μαγλαβίου καὶ τῆς ἑταιρείας καὶ τὰ ἀρχοντογεννήματα εἰς τὸν ὅρμον, ἔνθα ὁ δρόμων ὁρμᾷ. ἰστέον, ὅτι οἱ τῆς μονῆς ἀββάδες ἀπὸ τῆς πόρτης ἕως τοῦ ὅρμου ἵστανται στιχηδὸν δεξιᾷ καὶ ἀριστερᾷ. τῶν δὲ δεσποτῶν πλοῒ ἐρχομένων κατὰ τὸν προῤῥηθέντα τύπον τοῦ ἁγίου Παντελεήμονος καὶ τῆς νηὸς ἐκβάντων, δηριγεύονται ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῶν τῆς ἑταιρείας, δηλονότι τοῦ ἡγουμένου προπορευομένου μετὰ θυμιατοῦ καὶ ἀββάδων μετὰ κηρῶν. τῶν δὲ δεσποτῶν πλησι 563 ασάντων τῇ πόρτῃ, ἔνθα ἵστανται οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι, πίπτουσιν οἱ αὐτοὶ προσκυνοῦντες τοὺς δεσπότας, καὶ ἀνιστάμενοι συνακολουθοῦσιν ὄπισθεν αὐτῶν. οἱ δὲ δεσπόται προπορευόμενοι διὰ τοῦ ἐξαέρου ἀνέρχονται, καὶ διὰ τῶν ἐκεῖσε διαβατικῶν εἰσέρχονται διὰ τοῦ πρὸς ἀνατολὴν δεξιοῦ μέρους τοῦ νάρθηκος, κἀκεῖσε περιβαλλόμενοι τὰ ἑαυτῶν χρυσοπερίκλειστα σαγία, ἅπτουσιν κηροὺς, καὶ εἰσοδεύουσιν μετὰ τῶν ἱερέων, καὶ πάλιν ἅπτουσιν κηρούς. ἰστέον, ὅτι εὐθέως γίνεται ἡ εἴσοδος τῆς λειτουργίας, καὶ ὑπὸ τοῦ πραιποσίτου λαβὼν ὁ πρῶτος βασιλεὺς θυμιατὸν, θυμιᾷ, καὶ δεξιᾷ τοῦ βήματος ἐρχόμενοι, (κἀκεῖσε γὰρ πρόκειται ἡ τοῦ Προδρόμου ἁγία κάρα,) ἅπτουσιν ἐκεῖσε κηροὺς, καὶ ταύτην ἀσπάζονται, καὶ ἐξερχόμενοι εἰσέρχονται εἰς τὸ ἐκεῖσε μητατώριον, καὶ ἐκβάλλουσιν τὰ σκαραμάγγια, καὶ περιβαλλόμενοι κολόβια εἰσερχόμενοι ἵστανται εἰς τὸν γυναικίτην εἰς τὸ δεξιὸν πρὸς ἀνατολὰς μέρος τοῦ βήματος, καὶ ἅπτουσιν κηροὺς εἰς τὴν τοῦ εὐαγγελίου ἀκρόασιν. εἰθ' οὕτως ἐξερχόμενοι εἰς τὸ ἐκεῖσε ἀναδενδράδιον κραματίζουσι μεθ' ὧν ἂν κελεύσωσιν ἀρχόντων, διακονούντων ἐπὶ τοῦ κράματος τῶν ἀββάδων. ἀπὸ δὲ τοῦ κράματος ἀνιστάμενοι ἀπέρχονται δι' ἧς διῆλθον ὁδοῦ εἰς τὸν δρόμονα, δηριγευόμενοι καθὼς εἰρήκαμεν. 564 ΚΕΦ. ιδʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ πατριάρχου Κωνσταντινουπόλεως. Τελευτῶντος τοῦ πατριάρχου, δηλοῖ ὁ βασιλεὺς τοῖς θεοφιλεστάτοις μητροπολίταις ψηφίσασθαι τρεῖς, οἳ καὶ αὐτοῖς δόξουσιν εἶναι ἄξιοι εἰς πατριάρχην. καὶ δὴ τούτων συναθροισθέντων ἐν τοῖς κατηχουμενίοις τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, καὶ ψηφισάμενοι οὓς ἂν βουληθῶσι, ἀντιδηλοῦσι τῷ βασιλεῖ τούτους, καὶ κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τούτους εἰς τὸ παλάτιον. καὶ δὴ τούτων εἰσελθόντων καὶ στάντων ἐνώπιον τοῦ βασιλέως, δίδουσιν ἐγγράφους οὕστινας ἐψηφίσαντο. ὁ δὲ βασιλεὺς εἰ μὲν συγκατατίθεται καὶ ἀρεσθῇ εἰς ὃν ἂν εὐδοκήσῃ· εἰ δὲ καὶ μήγε, λέγει· "ἐγὼ τὸν ὁ δεῖνα θέλω γενέσθαι." καὶ τῶν μητροπολιτῶν ἐπὶ τούτῳ συγκαταθεμένων καὶ τῇ βασιλικῇ προστάξει καὶ κρίσει κατὰ τὸ δίκαιον ὑπεικόντων, εἰ ἄρα ἄξιος εἴη, γίνεται μεταστάσιμον, καὶ ἀπέρχεται ἐν τῇ μανναύρᾳ πᾶσα ἡ σύγκλητος καὶ οἱ μητροπολῖται πάντες καὶ