1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

48

συνέβαινεν αὐτοῖς μὲν ὁμόσε τοῖς ἀντιπάλοις χωροῦσι προβεβλῆσθαι τῶν ἐνδοτέρω, τοὺς δ' ἐξαρτωμένους τὰς ἐλπίδας ἐκείνων ἐπὶ τῆς οἰκείας διατρίβειν ἀνέδην καὶ ταῖς οἰκείαις προσανέχειν φροντίσι, τοὺς μέντοι ἐπὶ τῶν ἀρχῶν τῆς στρατηγίας ὄντας, τῶν ὄπισθεν ἀσφαλῶς ὡς οἷόν τ' ἔχοντας, τὴν μάχην ἑτέρωσε τρέπειν καὶ μὴ οὖσαν ταῖς ἐπιθέσεσιν ἐρεθίζειν καὶ φθάνειν κακῶς διατεθέντας ἑτέρους πρότερον ἢ ἀναμένειν πάσχειν ἑτέρωθεν τὰ δεινά. Τὸ δὲ σύμπαν ἦν κατορθούμενον, τῶν ἀκρῶν καλῶς ἐχουσῶν καὶ μηδ' ἂν εἴ τι καὶ γένοιτο, τῶν ἐκεῖ καθυπειξόντων ἀνδρῶν, εἴ πῃ καὶ ἀντιτείνειν τολμῷεν οἱ ἀντικεί μενοι, καὶ ταῦτα καὶ τῆς ἀρχῆς ἐγγύθεν οὔσης, ἀνθεξούσης ἑτοίμου πρὸς ἅπαν τὸ ἀντιστησόμενον. Καὶ τὰ μὲν πρότερα τοιαῦτα καὶ οὕτως ἔχοντα, μὴ μόνον αἷς ἐρρέθη ἀτελείαις τε καὶ προνοίαις, ἀλλά γε καὶ καθημεριναῖς φιλοτησίαις βασιλικαῖς τῶν τὰς ἄκρας οἰκούντων βρενθυομένων καὶ οὐδὲν ὅ τι μὴ πλούτου σημεῖον ἐχόντων, κἀντεῦθεν καὶ ἀρρᾳθυμότερον μὲν φυλασσόντων, θαρραλεώτερον δ' εἰσβαλλόντων καὶ ἀντισχόντων τοῖς, εἴ πῃ ἰσχύσαιεν, κακοποιοῦσι τὰ ἡμέτερα.

εʹ. Ὅπως, ἁλούσης πάλαι τῆς πόλεως παρ' Ἰταλῶν, ἐξησθένησε τὰ κατὰ τὴν ἀνατολὴν καὶ περὶ τοῦ Χαδηνοῦ. Ἐξ ὅτου δ' ἡ Κωνσταντίνου Ῥωμαίοις ἑάλω καὶ ἦν ἐπαναστρέφειν ἀνάγκη τῇ πατρίδι τὰ τέκνα, καὶ πρότερον τῶν ἄλλων οἷς ἦν τὸ κρατεῖν, ξυνέβαινε μὲν ἔνθεν ἐξασθενεῖν ἐκείνους τῇ διαστάσει τῶν βασιλέων, ἔδει δ' ἐκείνοις πάντως προνοίας, καὶ μᾶλλον ἐφ' ᾧ καὶ καθ' ἑαυτοὺς οὐδὲν ἧττον θαρροῖεν, εἰ μηδ' ἄλλοθεν, ἀλλ' οὖν νεῦρα πολέμου τὸν σφῶν πλοῦτον ἔχουσιν. Ἀλλὰ χρόνῳ ὕστερον, τῆς βασιλείας μεταπεσούσης, Χαδηνός τις, ᾧ δὴ καὶ τὸ τῆς ἐπαρχίας ἀξίωμα ἐσαῦθις ἐπέθηκεν ὁ κρατῶν, τὰ πολλὰ παρ' ἐκείνῳ δυνάμενος ἐξ αἰτιῶν ὅσον οὐκέτι ῥηθησομένων ἐκεῖθεν γὰρ καὶ ὁ παρὼν λόγος εἰς κατάστασιν τὴν πρέπουσαν ἀναχθή σεται, ἐκεῖνος τοίνυν, συμφέρον δοκεῖν ἐθέλων συμβουλεύειν τῷ βασιλεῖ 33 ὁ Παλαιολόγος δ' οὗτος ἦν Μιχαήλ, βουλὴν εἰσάγει τήνδε καὶ λίαν ἐπισφαλῆ, ὡς τὸ πρᾶγμα ἔδειξεν ὕστερον. Καὶ δεχθεὶς ὡς δῆθεν συμφερόντως λέγων, πέμπεται καταπρᾶξαι ἃ φθάσας βεβούλευται. Καὶ δὴ ἐπιστὰς ταχέως τοῖς τόποιςοὐ γὰρ ἦν πρὸς τὰ ἐπεσταλμένα βραδύνειν ὅλως αὐτὸν καταρξάμενον, ἄνδρας βαθυπλούτους εὑρὼν καὶ κτήμασι καὶ θρέμμασι βρίθοντας, στρατεύει τούτους ἐκ τῶν σφετέρων ἐκείνων καὶ οἷς ὁ ἑκάστου βίος συνεκεκρότητο καί, εἰς τεσσαράκοντα νομίσματα τῷ ἑνὶ συμποσώσας, καὶ τούτων τὸ πλεῖστον ἐκ τῶν αὐτοῦ, τὸ λοιπὸν τοῦ τεθέντος τέλους, οὐκ ὀλίγον ὄν, τῷ βασιλικῷ ταμιείῳ εἰσκομίζεσθαι ἔταξεν. Ὃ καὶ πραχθὲν πρώτως, παθόντων τῶν ἀνδρῶν ἃ οὐκ ἤλπισαν πώποτε, ἐπέκλασέ τε τὴν προθυμίαν βουλομένοις καὶ καθυφείκεσαν τῆς δυνάμεως.

ʹ. Ὅπως οἱ Πέρσαι κατέσχον τὰ τῆς Ῥωμαΐδος ὄρη. Ἐντεῦθεν καὶ τοῖς τῶν Περσῶν μαχίμοις καὶ οἷς ἐν μαχαίρᾳ τὸ ζῆν, τῶν ἄλλων ὑποκλιθέντων τοῖς Τοχάροις, ἄρτι κατασχοῦσι τὴν τῆς Περσίδος ἀρχήν, συμφέρον ἐδόκει ἀφηνιάζουσι καταφεύγειν πρὸς τὰ τῶν ὀρῶν ὀχυρώτερα καί, τὰ πλησίον κατατρέχοντας, νόμῳ λῃστῶν ἀποζῆν. Ὃ καὶ γεγονός, συνέστησαν καθ' αὑτοὺς πλεῖστοι καὶ συχνάκις ἰσχυροὶ ἐπετίθεντο ἀσθενέσι γενομένοις τοῖς ἡμετέροις καί, περιόντες κατ' ὀλίγον ἀδυνα τούντων, ὑπείκειν ἐποίουν. Καὶ τάχα ἂν ἐσχωροῦντες ὁσημέραι τοῖς ἐναντίοις τῶν θριγκῶν παρεχώρησαν, εἰ μή γε ταχθείσαις ῥόγαιςτὰ γὰρ σφέτερα οὐκ εἶχον κατέχεινμόγις ὑπεῖκον προσοικοῦντες ἀντέχειν. Καὶ ἀντεῖχον τέως, τὰ πλεῖστα μὲν καὶ ἐξ ἑαυτῶν, ἦν δ' οὗ καὶ πολλῶν ἐπεισφρούντων τῶν ἐναντίων, δῆλα τιθέντες τῷ ἡμετέρῳ στρατεύματι καὶ ἄπρακτον πολλάκις τὴν ἐκείνων ἐπισύστασιν καθιστῶντες. Καὶ ταῦτ' ἦσαν, ἕως ἐδίδοντο ῥόγαι καιροῖς ὡρισμένοις κατὰ τὸ σύνηθες. Πλὴν φυλάσσεσθαι μόνον ἦν τὸ κακὸν ἐπιὸν καὶ μὴ προσχωρεῖν σφᾶς ἔτι, μηδὲ περιγίγνεσθαι, μηδ' αὐτοὺς ζητεῖν κακοῦν τὴν ἐκείνων κατατρέχοντας, 35 ἀλλ' ἑαυτοὺς συντηρεῖν ἐπὶ τῆς οἰκείας μένοντας, ὡς μαχουμένων μέν, ὅτ' ἐκεῖνοι ἐπὶ