Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
πάντων τῶν ἱερέων, ἱερομονά χων, κλητῶν καὶ ἀκλήτων, ἀρχόντων καὶ ἀρχοντισσῶν. Καὶ ταῦτα μὲν δὴ οὕτως ἔχει καὶ ἀληθῶς.
VI. Κειμένου μου οὖν ἐν τῇ φρουρᾷ ἡμέρας τεσσαράκοντα, ὡς ἦλθεν ἡ ἑορτὴ τῆς μνήμης τοῦ ἐλευθερωτοῦ τῶν αἰχμαλώτων ἁγίου μεγαλομάρ τυρος καὶ τροπαιοφόρου Γεωργίου, ἐδεήθην τοῦδε, ὡς κἀγὼ Γεώργιος καὶ παιδιόθεν δοῦλος αὐτοῦ, ἵνα λυτρώσῃ με τῶν δεσμῶν. Καὶ ἀφυπνια σθεὶς ἔδοξέ μοι εὑρεθῆναί με εἰς τὸ περικαλλὲς ἅγιον τέμενος τὸ εἰς τὸ ὄνομα αὐτοῦ, τῶν Μαγγάνων ἐπονομαζόμενον, εἰς τὴν φιάλην ἱστά μενος, ἔχων καὶ τοὺς σιδήρους τοῖς ποσί· διερχομένου τάχα τοῦ βασι λέως, ἵνα εἰς τὴν ἀκολουθίαν τῆς ἐκκλησίας ἀπέλθῃ, ἐδεήθην αὐτοῦ, ἵνα με τῶν ἁλύσεων ἐλευθερώσῃ. Καὶ ὁ μὲν βασιλεὺς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, ἄρχων τις ἐπιστρέψας πρός με εἶπέ μοι τάδε· Προσέταξεν ὁ βασιλεὺς ὁ αὐθέντης ἡμῶν, ἵνα ἐξάρωσί σου τοὺς σιδήρους, ὃ καὶ ἡ κυρία ἡμῶν ἡ δέσποινα ἐζήτησεν αὐτοῦ καὶ ἅπαντες ἡμεῖς. Καὶ περὶ τὸν ὄρθρον αὐτῆς τῆς νυκτὸς ἰδοὺ ἐν τῇ συνήθει ὥρᾳ οἱ τοῦ πύρ γου ἄρχοντες καὶ ἕτεροι μετὰ σιδηρῶν ὀργάνων ἐκβαλόντες με τῶν ἁλύ σεων καὶ ἐξαιτιῶνται καὶ λέγουσιν, οὐχ ὅτι ἐχθρωδῶς ἔχουσι κατ' ἐμοῦ, καὶ οὐ τρέφουσί με, εἰ μή ἐστι διὰ τὸ μὴ κεκτηκέναι αὐτούς. Καὶ μετὰ δύο ἡμέρας ἐλθόντες πάλιν ζητοῦσί με καὶ ἐδεήθην τοῦ αὐθεντός μου διὰ γραφῆς, ἵνα ἐξαποστείλῃ ἄρχοντας συλλαλῆσαι τοῖς αἰχμαλωτεύσασί με πρὸς συμβίβασιν περὶ τῆς ἐμῆς ἐλευθερίας, ὅπερ καὶ γέγονε. Καὶ συμβιβασθέντες δεδώκασιν αὐτῷ τὸ Σαραβάλε φρούριον τοιουτοτρόπως, ἵνα ἐγερθῇ καὶ ἀπέλθῃ εἰς τὸν οἶκον αὐτοῦ ἐν τῇ Γλαρέντζᾳ· καὶ μέχρις ὅλου Μαΐου, εἰ μὲν ἔλθῃ ὁ μητροπολίτης καὶ αὐθέντης αὐτῶν, ποιη σάτω ἐκεῖνος, ὡς θέλει, εἰ δ' οὔ, παραδώσωσιν αὐτῷ τὸ κάστρον. Καὶ γεγονότων ὅρκων καὶ παραλαβομένου καὶ τοῦ Σαραβάλε, τῇ πέμπτῃ Μαΐου ἀπῆλθε μέχρι τῆς Σκλαβίτζας καὶ τοῦ Τεριόλου τῶν ὁρίων, δι' ἐμὲ δὲ ἐπαφῆκεν Ἰωάννην τὸν Ῥωσατᾶν, ἵνα με ἄρῃ, σωζομένου γὰρ με-τὰ τὸ ἐλευθερωθῆναί με ἕξωσι τὸ βέβαιον τὰ πραχθέντα. Καὶ ἐλευθερω θεὶς ἡμιθνὴς σχεδόν, ἀπέσωσα ἔνθα ἦν ὁ αὐθέντης μου, ὃς ἰδών με με τὰ χαρᾶς πολλῆς καὶ λύπης, τὸ μὲν ὅτι ἤμην οὕτως ἡμιθνής, τὸ δὲ ὅτι ἠλευθερώθην, καὶ πολλὰ εἶπε πρὸς ἔπαινον καὶ παραμυθίαν μου. Ἀπελ θόντος μου οὖν εἰς τὴν σκηνὴν τὴν ἐμήν, προσέφερόν μοι εὐεργεσίαν τοιάνδε· ἱμάτιον ἐπανώφορον διπλοῦν χαμουχᾶν πράσινον ἀπὸ Λούκκας ἀξιότιμον μετὰ καὶ πρασίνου ὑφάσματος καὶ καλοῦ ἐνδεδυμένον, σκού φιαν Θεσσαλονικαίαν μετὰ χρυσοκοκκίνου χασδίου ἐνδεδυμένην, καβά 290 διον κερμεζὴν χαμουχᾶν μετὰ βαρέων καταρούχων ἐνδεδυμένον, κουρτζου βράκαν χαμουχᾶν χρυσὸν προύσινον καὶ φωτᾶν προύσινον καὶ σπάθην ἐγκοσμημένην καὶ φλωρία, ἤτοι νούμια χρυσᾶ, χιλιάδας τρεῖσ.
VII. Ἐπὶ τὴν αὔριον οὖν ἀπελθόντες εἰς Γλαρέντζαν, ἰδού τις ἄρχων τοῦ ἀμηρᾶ μετά τινας ὀλίγας ἡμέρας λέγων, ὅτι ἡ Πάτρα τελεῖ τῷ ἀμηρᾷ τέλη καὶ διαβαίνει αὐτῷ εἶναι. Ἄπεχε διὸ αὐτῆς καὶ μὴ πολιόρκει αὐ τήν· εἰ δ' οὔ, πέμψωμεν στρατὸν κατὰ σοῦ. Ὁ δ' αὐθέντης μου ἀποκρι θεὶς αὐτῷ εἶπεν· Ἡμεῖς ἠκούσαμεν, ὅτι θέλουσι παραδοῦναι αὐτὴν τοῖς Καταλάνοις· οὐκ οὖν δοκεῖ μοι πρέπον εἶναι ἐᾶσαι ἡμᾶς τούς γε καὶ ἐχθροὺς τοῦ ἀδελφοῦ μου τοῦ μεγάλου ἀμηρᾶ καὶ ἡμῶν παραλαβεῖν αὐ τοὺς τὸ τοιοῦτον κάστρον, ἤτοι πτολίεθρον, τὸ ἐν μέσῳ τῶν ὁρίων ἡμῶν κείμενον. ∆ιὰ τοῦτο ἀπήλθομεν ἐκεῖ καὶ ἐξετάσαντες τὸ πρᾶγμα ἐστή σαμεν, ἵνα μὴ γένηται· καὶ ἰδού, ὡς βλέπεις, ἠγέρθημεν ἐπανελθόντες οἴκαδε. Οὐ μετὰ πολλὰς ἡμέρας ἔχω κατὰ νοῦν, ἵνα ἀποστείλω πρὸς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν τοῦτον δὴ τὸν ἄρχοντα, δεικνύων ἐμέ, ὃς δηλοποιήσει αὐτῷ καὶ πλείονα ἄλλα, ἃ ἀναμεταξὺ ἡμῶν δεῖ ἐνερ γεῖσθαι. Ὁ οὖν Τοῦρκος ἀκούσας τούτους τοὺς λόγους, ἔτι δὲ καὶ φι λοδωρηθεὶς καλῶς, ἀπῆλθε χαίρων. Ἐκείνου δὲ ἀναχωρήσαντος, προ σέταξέ μοι λέγων· Ἰδοὺ προετοίμαζε τὰ πρὸς χρείαν τῆς ὁδοῦ.