τέλος, οταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· εἰς ο οἱ ἐνταῦθα τὸν καλὸν ἀγῶνα νενικηκότες, τῆς ἀφθάρτου ζωῆς τεύξονται, η περὶ [τοῦ] τὸν ἀρξάμενον εργου ἀγαθοῦ ἐπιτελέσαι αὐτὸ δεῖ[ν]. ∆ιὰ τοῦτο, εἰς τὸ τέ λος, μὴ διαφθείρῃς, ειρηται, ινα μέχρι τέ λους φεύγοντες τὴν φθορὰν, ειτουν τὴν ἁμαρ τίαν, καὶ ἐν ἀφθαρσίᾳ τὸν Κύριον ἀγαπῶν τες, τουτέστιν ἐν ἀρετῇ, καὶ μὴ διαφθείραν τες τοὺς εὐσεβεῖς λογισμοὺς, τὴν ἀφθαρσίαν κληρονομήσωμεν κατὰ τὴν δικαίαν τοῦ Θεοῦ κρίσιν, ης πρόῤῥησιν εχει ὁ ψαλμός· ὁ γὰρ εἰς τὸ τέλος ὁρῶν καὶ ποιῶν τὸ τῆς ἀφθαρσίας, κέκραγε τό· Μὴ διαφθείρῃς. ̓Οργάνῳ δὲ καὶ φωνῇ ὁ ψαλμὸς ἀποτελεῖται· διὸ ψαλμὸς ᾠδῆς ἐπιγέγραπται, δηλωτικὸς ων τοῦ δεῖν ἡμᾶς καὶ ὀργάνῳ διὰ τῶν σωματικῶν κινή σεων ὑμνεῖν τὸν Θεὸν, καὶ φωνῇ νοητῇ, διὰ τοῦ τὸν νοῦν ἀνακεῖσθαι τῷ δημιουργῷ. Λέ γεται δὲ κατὰ μὲν τὴν ἀρχὴν ὑπὸ πλήθους, ἑξῆς δὲ ὑπὸ ἑνός. Νόει νῦν τὸ μὲν πλῆθος τὴν ἐκκλησίαν ειναι, τὴν ἀπὸ ἐθνῶν κεκλη μένην καὶ ὑπακούσασαν τῷ καλέσαντι· μᾶλ λον δὲ τὸ τῶν ἀποστόλων πρόσωπον, παραι νοῦν τοῖς ἀνθρώποις σωτηρίας εχεσθαι, [διὰ τὸ] ὑποτιθέμενον αὐτοῖς τὸ Θεῖον ἐκεῖνο καὶ φοβηρὸν δικαστήριον. Τὸν δὲ ενα τὸν Κύ ριον εὐχαριστοῦντα ἐπὶ τῇ ἐκκλησίᾳ. 74.2 ̓Εξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐ ξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ονο μά σου. Εὐχαριστήσομέν σοι σφόδρα ὑπὲρ τῶν γε γενημένων· ὁ γὰρ διπλασιασμὸς τὴν ἐπίτα σιν τῆς εὐχαριστίας δείκνυσι. Καὶ τὸ σὸν ο νομα, τὸ ὑπὸ τῶν ̓Ασσυρίων ὀνειδισθὲν, ἐπι καλεσόμεθα. Η ἀπὸ τοῦ ὀνόματος χριστια νοὺς καλέσομεν ἑαυτοὺς, καὶ τούτῳ λαμ πρυνθησόμεθα. Τάχα δὲ οἱ μὴ τέλειοι ἐξο μολογοῦνται μὲν περὶ τῶν ὑπαρξάντων αὐ τοῖς ἀγαθῶν, ἐπικαλοῦνται δὲ ὑπὲρ τοῦ αλλα λαβεῖν· οἱ δὲ τέλειοι ὑπὲρ τῆς φυλα κῆς ων ελαβον. Η ἐπεὶ διττὸς ὁ τῆς ἐξομο λογήσεως τρόπος, δὶς ειρηται τὸ ἐξομολο γεῖσθαι, τοῦ μὲν πρώτου δηλοῦντος τὴν ἐφ' ἁμαρτίαις ἐξομολόγησιν· τοῦ δὲ δευτέ ρου τὴν ἐφ' οις πεπόνθασιν ἀγαθοῖς εὐχα ριστίαν· ἐπεὶ δὲ οὐχ οιόν τέ ἐστιν ουτως ἐ πικαλέσασθαι τὸ ονομα Κυρίου, ωστε τυχεῖν τοῦ· Ος αν ἐπικαλέσηται τὸ ονομα Κυρίου, σωθήσεται, ἐὰν μὴ πρότερόν τις ἀποταξάμε νος τῇ ἁμαρτίᾳ ἐξομολογήσηται περὶ τῶν προημαρτημένων, διὰ τοῦτο ἡ ἐκκλησία ἐ πιμένει τῇ ἐξομολογήσει· ειπερ ουν καὶ ἡ μεῖς θέλομεν ἐν τοῖς ἐπικαλουμένοις εὑρε θῆναι καὶ σωθῆναι μετ' αὐτῶν, κατήγοροι τῆς ἑαυτῶν ἁμαρτίας γενώμεθα, τέλεον κα ταλιπόντες αὐτήν. 74.3 ∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου, οταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. ̔Ενικῶς τοῦτο εἰπὼν ὡς ἑκάστου τοῦτο λέγοντος, οπερ ἐν τῇ κοινῇ πάντων γίνεται φωνῇ· τὸ δ' οταν λάβω καιρὸν, τουτέστιν οταν ἐπανέλθωμεν ἐκ τῆς αἰχμαλωσίας, διὰ τὸ μὴ ἐξεῖναι ᾳδειν ἐπὶ τῆς ἀλλοτρίας· διη γεῖσθαι δὲ τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖ ται καὶ ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόν των ἀπαλλαγείς. Τάχα δὲ ὁ Σωτὴρ λέγει ταῦτα πρὸς τὸν Πατέρα περὶ τῆς ἐκκλησίας, οτι οὐδέπω ταύτας χωροῦσι τὰς διηγήσεις τῶν μυστηρίων σου, ἀλλὰ καιροῦ δέονται τῆς τελείας ἐπιστροφῆς. Εἰ θέλοι ουν καὶ ἡμῶν εκαστος ἀκοῦσαι τοῦ ̓Ιησοῦ διηγου μένου τὰ θαυμάσια τοῦ Πατρὸς, δότω αὐτῷ καιρόν· δίδωσι δὲ καιρὸν ὁ βιοὺς καλῶς. Τὸ μὲν ουν διηγήσομαι, ἀνθρώπινον, τὸ δὲ ἑξῆς Θεοῦ φωναὶ, ωσπερ νοοῦμεν, τὸ εθος ἐχού σης τῆς γραφῆς τὰς μεταβάσεις ποιεῖσθαι τῶν προσώπων, ανευ τοῦ ἐπισημαίνειν. ̔Ο Μονογενὴς εἰσάγεται τὰς οἰκείας ἐνεργείας διδάσκων, καὶ τὴν τοῦ Πατρὸς θεολογίαν διε ξιών. ̓Αντὶ δὲ τοῦ οτε λάβω καιρὸν, συνταγὴν ὁ Σύμμαχος ειπε, τοῦ λόγου δηλοῦντος ὡς ἐπειδὰν ὁ συνταχθείς μοι παρὰ σοῦ τῆς ἐπιδημίας καιρὸς ἐπιστῇ, πάντα σου, Πάτερ, τὰ θαυμάσια τοῖς ἐξ ἐθνῶν διηγήσομαι· δι καιοσύνης γὰρ εργον τὸ μὴ μόνον ̓Ιουδαίους προσίεσθαι, ἀλλ' ἐξ ἁπάντων ἐθνῶν ποιεῖσ θαι τῶν σωζομένων τὴν ἐκλογὴν, διὸ ἐπά γει· ̓Εγὼ εὐθύτητας κρινῶ. Αυτη τοῦ σωτῆρος ἡ φωνὴ, δικαίως κρί νειν ἀπαγγελλομένου κατὰ τὸν καιρὸν τοῖς ἀδικοῦσι καὶ τοῖς ἀδικουμένοις· μόνος γὰρ αὐτὸς εὐθύτητας κρινεῖ· κατὰ δὲ τὴν ἱστο