ἁμαρτίας τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, αὐτὸς οὐχ εὑρεθήσεται, ὅλος γενόμενος ἁμαρτία καὶ πονηρία· ἢ ἔσται ὅτε ζητηθήσεται αὐ τοῦ ἡ ἁμαρτία, καὶ οὐχ εὑρεθήσεται, τῷ κεκαθάρθαι αὐτόν. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. «∆εῖ» γὰρ «τὸν Κύ ριον βασιλεύειν» διὰ τῶν αἰώνων, «ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐ τοῦ.» Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι' ἧς θεω ρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Ὃ μέν φησι, «Ζη τηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθήσεται.» Βασιλεύει δὲ εἰς τὸν αἰῶνα ὁ Κύριος· ἴδιον δὲ βασιλέων τὸ προνοεῖν τῶν ὑπὸ τὴν χεῖρα. «Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.» Γῆ Κυρίου ἡ θεωρία πάντων τῶν γεγονότων, ἣν καὶ βασιλείαν οὐρανῶν εἶναί φαμεν. Ἔθνη τὰ μὴ δεξάμενα τὸ σωτήριον κήρυγμα, ἀλλ' εἰς πάντας κατατεμνόμενα. Ἀπολεῖσθε, ἔθνη, καθὸ ἔθνη ἐστέ. Ἓν γὰρ ἔθνος πᾶσα ἡ γῆ, ἐὰν ὁμονοῇ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. κ. τ. ἑ. Τηνικαῦτα εἰσακούει τῆς ἐπιθυμίας ὁ Κύ ριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυ μούσῃ ψυχῇ. Ἐπιθυμοῦσι γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι. Ὃ καὶ γέγονεν. Ἐπιθυμία γὰρ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχὴ, ἣν ἰδὼν ὁ καρ διογνώστης ἐπλήρωσε. Οὐ πάσας ἐπιθυμίας χρὴ νο μίζειν ἀκούεσθαι, ἀλλὰ τὰς ἀστείας. «Τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Ἑτοιμό τητι καρδίας μακαριζομένων πενήτων προσέχει τὸ οὖς τοῦ Κυρίου, οὐ προσέχει δὲ τοῖς ἀνετοίμοις. Τού του, φησὶν, ἕκαστος ἐφίεται τῶν ἀδικουμένων. Εἰ γὰρ ἐν τῷ παρόντι γένηται παρὰ τοῦ Θεοῦ ἐκδίκησις τῶν ἀπεριστάτων καὶ ταπεινῶν, οὐδεὶς ἔτι μεγαλαυχήσει, 12.1197 ἀλλὰ καὶ οἱ ἀδικοῦντες παύσονται τοῦ κακῶς δρᾷν, καὶ οἱ ἀδικούμενοι τοῦ πάσχειν. ΨΑΛΜΟΣ Ιʹ. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοί μασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Μὴ ἀρ κούμενοι, φησὶ, τῇ ἑαυτῶν ἀπωλείᾳ οἱ ἁμαρ τωλοὶ, ἀλλ' ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τοῖς τοῦ Θεοῦ πολεμοῦσιν ἀνθρώποις, καὶ κατατοξεύειν αὐτοὺς πειρῶνται τοῖς τῆς αὐτῶν κα κίας ἰοῖς, καὶ τῷ βασκαίνειν αὐτῶν τῇ τοσαύτῃ τοῦ ἡγεμονικοῦ καθαρότητι, τὸ σκότος προβάλλονται κατ' αὐτῶν, ὡς αἱ σηπίαι τὸ μέλαν. Καὶ ταῦτα δρῶσι, τὰς φυσικὰς καὶ κατὰ φύσιν ὀρθὰς καθελόντες ἐννοίας ἐξ ἑαυτῶν, ἃς δὴ Θεὸς κατηρτίσατο. Τοῦ αὐτοῦ. Τόξον ἐστὶν ἀκάθαρτος νοῦς. Ἐγὼ, φησὶν, ἐπὶ τῷ Κυρίῳ πέποιθα. Οἱ πολεμοῦν τες ἁμαρτωλοί. Τίς ἂν οὖν δείσῃ καὶ φύγῃ Θεὸν ἔχων βοηθὸν, καὶ πολεμίους ἁμαρτωλούς; «Ἡτοί μασαν βέλη εἰς φαρέτραν.» Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκα θάρτων πεπληρωμένη. Ταῦτα ἐπὶ δαιμόνων πολε μούντων λαμβάνονται νοητῶς. Νοηθεῖεν δ' ἂν καὶ αἰσθητῶς ἐπὶ αἰσθητῶν ἐχθρῶν. «Ἐν σκοτομήνῃ.» Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς λογικῆς. Ἐν ἀσελήνῳ νυκτί φησιν αὐτοὺς ἐνεδρεύειν, δηλῶν τὸ λα θραῖον τῆς ἐπιβουλῆς. Εὐθεῖς δὲ τῇ καρδίᾳ ἑαυτὸν λέγει καὶ τοὺς μετ' αὐτοῦ, οὐ κομπάζων, ἀλλ' ἐμ φαίνων τὴν ἑαυτοῦ ἔννοιαν, καὶ μηδὲν ἐργάσασθαι εἰς βλάβην τοῦ Σαούλ. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πέ νητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Οἰκεῖ Θεὸς ἐν ἁγίᾳ καὶ οὐρανίῳ νοήσει, οὐρανίως βασιλεύων καὶ θεϊκῶς. Αἱ δὲ ἐποπτικαὶ αὐτοῦ δυνάμεις φρουροῦσι τὸν πένητα. Ὡς ἀγαθὸς δὲ βλεφάροις ἐξετάζει τὰ καθ' ἡμᾶς, ἀλλ' οὐκ ὀφθαλμοῖς, ὡς ἂν μὴ παρατη ρούμενος αὐτῶν πάντα τὰ ἁμαρτήματα· τοῦτο γὰρ ἀνθρώποις ἀφόρητον. Ὀφθαλμοῖς δὲ βλέπει τὸν πέ νητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πένης ὑπάρχῃ· τῶν δὲ πολλῶν τὰς κολάσεις συστέλ λων, αἳ καὶ πολὺ τὸ κεκρυμμένον ἔχουσιν. Ἐν δὲ τῇ Θεοῦ ἐξετάσει παῤῥησία τῶν ἀγαθῶν γινομένων πολλή. «Τῷ βήματι» γὰρ «αὐτοῦ φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ ἴδια τοῦ σώ ματος, ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.» Τοῦ αὐτοῦ.