λογιωτάτη ἐλέγετο καὶ πιστοτάτη· ἥτις Ὠριγένην τὸν συγγραφέα φεύγοντα τὴν ἐπανάστασιν τῶν Ἑλ λήνων ἐδέξατο ἐπὶ δύο ἔτη ἰδίοις ἀναλώμασι καὶ ὑπηρεσίᾳ ἀναπαύσασα τὸν ἄνδρα. Εὗρον δὲ ταῦτα ἐγὼ γεγραμμένα ἐν παλαιοτάτῳ βιβλίῳ στιχηρῷ, ἐν ᾧ ἐγέγραπτο χειρὶ Ὠριγένους· 64.2 "Τοῦτο τὸ βιβλίον εὗρον ἐγὼ παρὰ Ἰουλια νῇ τῇ παρθένῳ ἐν Καισαρείᾳ, κρυπτόμενος παρ' αὐτῇ"· ἥτις ἔλεγε παρ' αὐτοῦ Συμμάχου τοῦ ἑρμηνέως τῶν Ἰου δαίων αὐτὸ εἰληφέναι. Οὐ παρέργως δὲ τέθεικα καὶ τὰς ἀρετὰς τούτων τῶν γυναικῶν, ἵνα μάθωμεν ὅτι πολυτρόπως ἔνεστι κερδαίνειν ἐὰν ἐθέλωμεν. 65 .t∆ιήγησις Ἱππολύτου 65.1 Ἐν ἄλλῳ βιβλίῳ παλαιοτάτῳ ἐπιγεγραμμένῳ Ἱππολύτου τοῦ γνωρίμου τῶν ἀποστόλων εὗρον διήγημα τοιοῦ τον, ὅτι εὐγενεστάτη τις καὶ ὡραιοτάτη παρθένος ὑπῆρχεν ἐν τῇ Κορινθίων πόλει ἀσκουμένη εἰς τὴν παρθενίαν. Ταύτην κατ' ἐκεῖνο καιροῦ διέβαλον τῷ τότε δικάζοντι Ἕλληνι ὄντι κατὰ τὸν καιρὸν τῶν διωκτῶν, ὡς βλασφημοῦσαν καὶ τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς καὶ δυσφημοῦσαν τὰ εἴδωλα. Προσεπῄνουν δὲ τὸ ταύτης κάλλος οἱ περὶ τὰ τοιαῦτα κά πηλοι. 65.2 Γυναικομανὴς οὖν ὑπάρχων ὁ δικαστὴς ἡδέως ἐδέξατο τὴν διαβολὴν τοῖς ἱππικοῖς ὠτίοις. Καὶ ὡς πᾶσαν μηχανὴν κινήσας πεῖσαι τὴν ἄνθρωπον οὐκ ἠδυνήθη, τότε ἀπομανεὶς πρὸς αὐτὴν τιμωρίᾳ αὐτὴν οὐ παρέδωκεν, οὐ βασάνῳ, ἀλλὰ στήσας αὐτὴν εἰς πορνεῖον ἐνετείλατο τῷ νέμοντι ταύτας ὅτι "∆έξαι ταύτην, ἡμερήσιόν μοι τρία νο μίσματα φέρων ἐκ ταύτης". Ὁ δὲ εἰσπραττόμενος τὸν χρυσὸν ἔκδοτον αὐτὴν παρεῖχε τοῖς βουλομένοις. Ὡς οὖν ἔγνωσαν οἱ περὶ ταῦτα γυναικοϊέρακες παρήδρευσαν τῷ ἐργαστηρίῳ τῆς ἀπωλείας, καὶ διδόντες τὸ κέρμα ὡμίλουν αὐτῇ τὰ πρὸς ἀπάτην. 65.3 Ἡ δὲ ἐκλιπαροῦσα αὐτοὺς παρ εκάλει λέγουσα ὅτι "Ἕλκος ἔχω τι εἰς κεκρυμμένον τόπον ὅπερ ἐσχάτως ὄζει, καὶ δέδοικα μὴ εἰς μῖσός μου ἔλθητε· ἔκδοτε οὖν μοι ὀλίγας ἡμέρας, καὶ ἐξουσίαν ἔχετε καὶ δωρεάν με ἔχειν". ∆εήσεσιν οὖν τὸν θεὸν ἱκέτευεν ἐν ἐκείναις ταῖς ἡμέραις· ὅθεν καὶ θεασάμενος ὁ θεὸς αὐτῆς τὴν σωφροσύνην νεανίσκῳ τινὶ μαγιστριανῷ, καλῷ τὴν γνώμην καὶ τῷ εἴδει, ἐνέθηκε ζῆλον πυριφλεγῆ θανάτου. Καὶ ἀπελθὼν τῷ σχήματι τῆς ἀκολασίας εἰσέρχεται βαθεῖαν ἑσπέραν πρὸς τὸν τρέ φοντα ταύτας, καὶ δίδωσιν αὐτῷ πέντε νομίσματα καὶ λέγει αὐτῷ· "Συγχώρησόν μοι μεῖναι τὴν νύκτα ταύτην μετ' αὐτῆς". 65.4 Εἰσελθὼν οὖν εἰς τὸν ἀπόκρυφον οἶκον λέγει αὐτῇ· "Ἀνάστα, σῶσον σεαυτήν". Καὶ ἐκδύσας αὐτὴν καὶ μεταμφιάσας τοῖς ἰδίοις ἱματίοις, τοῖς τε καμισίοις καὶ τῇ χλανίδι καὶ τοῖς ἀνδρίοις πᾶσι, λέγει αὐτῇ· "Τῷ ἄκρῳ τῆς χλανίδος περικαλυψαμένη ἔξελθε". Καὶ οὕτως κατασφρα γισαμένη καὶ ἐξελθοῦσα ἄφθορος καὶ ἀμίαντος διασέσωσται. Τῇ οὖν ἄλλῃ ἡμέρᾳ ἐγνώσθη τὸ δρᾶμα· παρεδόθη ὁ μα γιστριανὸς καὶ ἐβλήθη θηρίοις, ἵνα καὶ ἐν τούτῳ ὁ δαίμων καταισχυνθῇ ὅτι διπλοῦς ἐγένετο μάρτυς, καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τῆς μακαρίας ἐκείνης. 66 .tΠερὶ Οὐήρου ἀπὸ κομήτων 66.1 Ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ἐν αὐτῇ τῇ πόλει περιέτυχον Οὐήρῳ τινὶ λαμπροτάτῳ οὗ καὶ μακρὰν πεῖραν ἔσχηκα, ὃς ἦν ἀπὸ κομήτων, ἅμα τῇ τούτου ἐλευθέρᾳ Βο σπορίῃ· οἵτινες ἐπὶ τοσοῦτον ἐλπίδος χρηστῆς ἤλασαν ὡς καὶ τὰ τέκνα αὐτῶν παραλογίσασθαι, ἔργῳ τὰ μέλλοντα βλέποντες. Τὰς γὰρ προσόδους τῶν χωρίων ἀναλίσκουσιν εἰς τοὺς πενομένους, δύο θυγατέρας καὶ τέσσαρας υἱοὺς ἔχον τες, οἷς οὐδὲ κλῆμα ἐπιδιδόασι παρεκτὸς ταῖς γαμηθείσαις, λέγοντες ὅτι "Μετὰ τὴν ἀποβίωσιν ἡμῶν πάντα ὑμέτερά ἐστι"· τοὺς δὲ καρποὺς τῶν κτημάτων κομιζόμενοι ἐν ἐκ κλησίαις πόλεων καὶ κωμῶν διανέμουσιν. 66.2 Ὃ δὴ καὶ τοῦτο ἐν αὐτοῖς ἐνάρετον ὑπάρχει· λιμοῦ γενομένου καὶ κατὰ σπλάγχνων χωροῦντος, τὰς αἱρέσεις εἰς ὀρθοδοξίαν μετήνεγ καν, ἐν πολλοῖς χωρίοις τοὺς σιτοβολῶνας αὐτῶν παρασχόν τες εἰς διατροφὴν τοῖς πένησι. Τὸ δὲ ἄλλο σχῆμα σεμνότατον λίαν καὶ εὐτελὲς ἀναλαβόντες ὀλιγοδάπανα σφόδρα φοροῦσιν ἱμάτια, εὐτελεστάτῃ δὲ τροφῇ διαζῶσιν, ἐξασκοῦντες τὴν εἰς θεὸν σωφροσύνην, τὰ πλεῖστα τοῖς ἀγροῖς προσομιλοῦν τες καὶ φεύγοντες τὰς πόλεις, μήποτε τῷ συνασμενισμῷ