1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

48

λέουσι τὸν μακάριον ∆ανιήλ· ἐπεύχεται δὲ αὐτῷ σωτηρίαν λέγων· "Ὁ Θεὸς ᾧ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε." Εὐ σεβὲς τὸ ῥῆμα, καὶ τοῖς πρώτοις ἀσύμφωνον. Εἰ γὰρ τοσαύτην τῷ Θεῷ προσμαρτυρεῖς δύναμιν, πῶς ἐνο μοθέτησας μηδένα τούτῳ εἰς τριάκοντα ἡμέρας προσεύξασθαι; Ἀλλ' ἔοικεν ὁ ∆αρεῖος χρηστὸς μὲν γεγενῆσθαι, καὶ τὸν τρόπον ἐπιεικὴς, καὶ μᾶλλον εὐσεβείᾳ προσέχων, ψοφοδεὴς δὲ ὅμως καὶ λίαν εὐ εξαπάτητος. Οὐ γὰρ ἂν βασιλείαν διέπων, ἀντὶ τοῦ ἄγειν, ὑπὸ τῶν ἀρχομένων ἤγετο· φαίνεται δὲ καὶ σφόδρα θαυμάζων τὸν ∆ανιήλ· "Ὁ Θεὸς γὰρ, φησὶν, 81.1405 ᾧ λατρεύεις ἐνδελεχῶς," δι' ὃν, φησὶ, καὶ τῶν ἐμῶν κατεφρόνησας νόμων, καὶ διηνεκῆ τὴν θεραπείαν αὐτῷ προσφέρεις, ἀμείψεταί σε τῆς εὐσεβείας, καὶ τῶν κατεχόντων δεινῶν ἀπαλλάξειεν. Εἶτα καὶ θαῤ ῥῶν τῇ τοῦ Θεοῦ δυνάμει, καὶ τὰς τῶν κατηγόρων ὑφορώμενος ἐπιβουλὰς, λίθῳ μὲν ἐμφράττει τοῦ λάκκου τὸ στόμα, τοῖς δὲ τοῦ δακτυλίου ἐκτυπώ μασιν ἐπιτίθησι σήμαντρα, ἵνα μή τις ὑπ' ἐκείνων περὶ τὸν ∆ανιὴλ γένηται κακουργία· ἐθάῤῥει γὰρ ὡς τοὺς λέοντας οὐκ ἐάσει τοῦ ∆ανιὴλ ὁ Θεὸς τὸ ἱερὸν αὐτοῦ καὶ ἅγιον λυμήνασθαι σῶμα Ταῦτα τοίνυν ποιήσας, ιηʹ. "Ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὑτοῦ, καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ ἤνεγκαν αὐτῷ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ." Τούτων δὲ ἕκαστον καὶ φιλανθρωπίαν αὐτῷ καὶ δειλίαν προσ μαρτυρεῖ. Φιλανθρωπίας μὲν γὰρ τὸ μήτε σιτίων ἐθελῆσαι μετασχεῖν, μήτε ὕπνον τοῖς βλεφάροις πως δέξασθαι, ἀλλ' ἄγρυπνον διατελέσαι, ἀλγοῦντα ἐπὶ τῇ ἀδίκῳ τοῦ ∆ανιὴλ τιμωρίᾳ· δειλίας δὲ, τὸ οὕτω διακείμενον μὴ ἀντιστῆναι τοῖς κατηγόροις, καὶ τῇ βασιλικῇ ἐξουσίᾳ καὶ δυνάμει χρησάμενον σῶσαι τὸν ἀδικούμενον. Οὕτω δὲ τὴν νύκτα δια τελέσας, ιθʹ. "Ὁ βασιλεὺς ∆αρεῖος ἀνέστη τοπρωῒ ἐν τῷ φωτί." Τουτέστιν, ἔτι σκότους ὄντος, περὶ τὸ λυκόφως, ὡς καὶ δεηθῆναι λαμπάδων· τὸ γὰρ ἐν τῷ φωτὶ τοῦτο παραδηλοῖ. "Καὶ σπουδῇ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων (κʹ.) Καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ," τουτ έστι, μηδέπω παρ' αὐτὸν γενόμενος, "τῷ ∆ανιὴλ ἐν φωνῇ ἰσχυρᾷ ἐβόησε, καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε τῷ ∆ανιήλ." Μηδέπω γὰρ παρ' αὐτὸν τὸν λάκκον γενόμενος, ὑπὸ θερμῆς διαθέσεως βοᾷν ἠναγ κάζετο, καὶ τὸν ∆ανιὴλ καλεῖν, καὶ πυνθάνεσθαι, εἰ τῆς θείας ἀπολαύσας ῥοπῆς, κρείττων ἐφάνη τῆς τῶν λεόντων ὠμότητος. "∆ανιὴλ γὰρ, φησὶν, ὁ δοῦ λος τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Θεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαι σε ἀπὸ στόματος τῶν λεόντων;" Ἕκαστον δὲ τῶν εἰρημένων εὐλαβῆ δείκνυσι τὸν βασιλέα, καὶ διὰ τὴν εὐσέβειαν χαίροντα τῷ ∆ανιήλ. Πρῶτον μὲν γὰρ δοῦλον αὐτὸν οὐχ ἑαυ τοῦ, ἀλλὰ τοῦ Θεοῦ προσαγορεύει· εἶτα ζῶντα τὸν τοῦ ∆ανιὴλ ὀνομάζει Θεόν· ἔπειτα τὴν εὐσέβειαν ἐπαινῶν, "Ὧ σὺ, φησὶν, λατρεύεις ἐνδελεχῶς," τουτέστιν, ὁ μηδὲ διὰ τὴν τοῦ νόμου ἀνάγκην ταύ της κωλυθεὶς τῆς θεραπείας. Τὸ δὲ, "Εἰ ἠδυνήθη ἐξελέσθαι σε ἀπὸ στόματος τῶν λεόντων;" σημαί νει· Εἰ ἠβουλήθη κρείττονά σε τῶν λεόντων ἀπο φῆναι; Οὐ γὰρ ἂν ἐκάλεσεν ἀδύνατον τὸν Θεὸν, ὃν ζῶντα προσηγόρευσε. Τούτων ἀκούσας, ὁ ∆ανιὴλ ἀπεκρίνατο λέγων· καʹ. Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι," Τὴν συνήθη 81.1408 πρόσρησιν τῶν οἰκείων λόγων προτάττει, ἀντὶ τοῦ Γένοιτό σοι ἐπὶ πλεῖστον ζῇν. Καὶ γὰρ καὶ ἐπὶ τοῦ παρόντος, ὡς καὶ ἤδη προειρήκαμεν, αἰωνίους τοὺς βασιλέας ἐν τοῖς τῶν συμβολαίων γραμματείοις τινὲς προσαγορεύειν εἰώθασιν. κβʹ. "Ὁ Θεός μου, φησὶν, ἀπέστειλε τὸν ἄγγελον αὑτοῦ, καὶ ἐνέφραξε τὸ στόμα τῶν λεόντων, καὶ οὐκ ἐλυμήναντό με, ὅτι καὶ ἔναντι αὐτοῦ εὐθύτης καὶ δικαιοσύνη εὑρέθη μοι, καὶ ἐνώπιον δέ σου, βασιλεῦ, παράπτωμα οὐχ εὑρέθη ἐν ἐμοί." ∆ί καιος γὰρ ὢν, φησὶν, ὁ Θεὸς, καὶ δικαίως ἅπαντα πρυτανεύων, θεασάμενος ὅτι τῶν δυσσεβῶν νόμων τὴν αὐτοῦ προτετίμηκα θεραπείαν, καὶ εἰς τὴν σὴν δὲ βασιλείαν οὐδὲν πώποτε πεπλημμέληκα, κρείττονά με τῆς τῶν λεόντων ἀπέφηνε λύμης, καὶ μᾶλλον εἰκόνας λεόντων ἢ λέοντας ἔδειξεν. κγʹ. "Τότε ὁ βασιλεὺς, φησὶ, πολὺ ἠγαθύνθη ἐπ' αὐτῷ, καὶ τὸν ∆ανιὴλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκ κου." Περιχαρὴς γὰρ