De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
πάντες οἱ τῆς ἐκκλησίας ἄρχοντες καὶ πρεσβύτεροι καὶ λοιποὶ ἱερεῖς. καὶ ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ σκαραμαγγίου, φορῶν καὶ τὸ χρυσοπερίκλειστον σαγίον, καὶ ἵσταται, καὶ λέγει 565 πρός τε τὴν σύγκλητον καὶ τοὺς μητροπολίτας· "ἡ θεία χάρις καὶ ἡ ἐξ αὐτῆς βασιλεία ἡμῶν προβάλλεται τὸν εὐλαβέστατον τοῦτον πατριάρχην Κωνσταντινουπόλεως." καὶ αὐτὸς γὰρ ἐκεῖσε πάρεστιν ὁ μέλλων χειροτονηθῆναι. καὶ πάντων ἀποδεξαμένων, ἐπεύχονται τὸν βασιλέα, καὶ ἄλλα, ὅσα βούλονται, λέγουσι πρὸς αὐτόν. εἶθ' οὕτως ὁ βασιλεὺς παραδίδωσιν αὐτὸν τῷ πραιποσίτῳ καὶ ἄρχουσι τοῖς τοῦ κουβουκλείου καὶ σιλεντιαρίοις, καὶ ὑπὸ τοῦ πραιποσίτου καὶ σιλεντιαρίου παρακρατούμενος καὶ ὑπὸ τῶν ἐκκλησιαστικῶν δηριγευόμενος, ἀπέρχεται ἐν τῷ πατριαρχείῳ. ὁ δὲ βασιλεὺς ὑποστρέφει καὶ εἰσέρχεται ἐν τῷ παλατίῳ. καὶ ἑορτῆς ἐνισταμένης ἢ κυριακῆς, γίνεται πρόκενσον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καθὼς ἡ συνήθεια ἔχει, καὶ δέχεται τούτους ὁ ὑποψήφιος μετὰ τῆς ἐκκλησιαστικῆς πάσης τάξεως. καὶ δὴ κατὰ τὸν εἰωθότα τύπον εἰσοδεύσαντες, καὶ τῶν ἑξῆς ἐπιτελεσθέντων κατὰ τὰς λοιπὰς προελεύσεις, ἀπάρχονται οἱ θεοφιλεῖς μητροπολῖται τῆς τιμίας χειροτονίας. οἱ δὲ φιλόχριστοι βασιλεῖς μικρόν τι ὀπισθοποδοῦσιν, ἕως ἂν τελεσθῇ παρὰ τῶν μητροπολιτῶν τὰ τῆς χειροτονίας, καὶ εἶθ' οὕτως διὰ τοῦ δεξιοῦ μέρους τοῦ βήματος καὶ τοῦ κυκλίου εἰσέρχονται ἐν τῷ εὐκτηρίῳ, ἐν ᾧ καὶ ἡ ἀργυρᾶ ἵδρυται σταύρωσις, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν 566 τῷ θεῷ, καὶ τὸν πατριάρχην ἀποχαιρετίσαντες, ἐξελθόντες, εἰ μὲν ἔστιν μεγάλη κυριακὴ ἢ πεντηκοστὴ εἴτε ἄλλη ἑορτὴ, ἐν αἷς ἀπέρχονται οἱ δεσπόται ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσιν. εἰ δὲ ἄλλη ἑορτὴ, ἐν ᾗ οὐκ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἢ παγανὴ κυριακὴ, ἀνέρχονται διὰ τοῦ κοχλιοῦ τοῦ πρὸς τὸ μέρος τοῦ ἁγίου φρέατος ἐν τοῖς πρὸς ἀνατολὴν δεξιοῖς μέρεσιν τῶν κατηχουμενίων, ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν. ΚΕΦ. ιεʹ. Ὅσα δεῖ παραφυλάττειν, δοχῆς γενομένης ἐν τῷ μεγάλῳ τρικλίνῳ τῆς μανναύρας, τῶν δεσποτῶν καθεζομένων ἐπὶ τοῦ Σολομωντείου θρόνου. Ἰστέον, ὅτι, δοχῆς μελλούσης γίνεσθαι ἐν τῇ μανναύρᾳ, οὐκ ἀνοίγει τὸ παλάτιον πρὸς τὸ πρωῒ στῆναι τὴν καθημερινὴν προέλευσιν, ἀλλὰ προέρχεται πᾶσα ἡ σύγκλητος πρωῒ ἐν τῇ μανναύρᾳ, καὶ ἀλλάσσει ἐκεῖσε τὰ ἀλλάξιμα. καὶ περὶ πλήρωμα τῆς δευτέρας ὥρας, ὅτε πάντα ἑτοιμασθῶσιν, εἰσέρχονται οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου πάντες 567 διὰ τῆς τοῦ Κυρίου ἐκκλησίας, καὶ περιβαλλόμενοι οἱ δεσπόται τὰ διβητήσια καὶ τὰ χρυσοπερίκλειστα σαγία, ἐξέρχονται διὰ τῶν διαβατικῶν τῶν ἁγίων μʹ καὶ τοῦ σίγματος, δηριγευόμενοι ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς ἑταιρείας, καὶ ἐξέρχονται εἰς τοῦ Κυρίου, καὶ ἅπτουσιν κηροὺς, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχεται διὰ τῆς σακέλλης καὶ τοῦ ὠάτου καὶ διὰ τοῦ ἀνιόντος στενωποῦ πρὸς τὸ τῆς μανναύρας ἡλιακόν. καὶ εἰσέρχονται εἰς τὸν μέγαν τρίκλινον, ἐν ᾧ καὶ ὁ Σολομώντειος ἵδρυται θρόνος. κἀκεῖσε γὰρ εἰς τὸ πρὸς ἀνατολὴν δεξιὸν μέρος κάτωθεν τῆς κόγχης ἵστανται τὰ χρυσᾶ σελλία, καὶ ἀπόκεινται αἵ τε χλαμύδες καὶ τὰ στέμματα, καὶ οἱ μὲν δεσπόται εἰσέρχονται ἐν τῷ ἐκεῖσε ἐξ ἀριστερᾶς κοιτῶνι. καὶ ὅτε πάντα καλῶς εὐτρεπισθῶσιν ὑπό τε τοῦ τῆς καταστάσεως καὶ τῶν πραιποσίτων καὶ τοῦ λογοθέτου τοῦ δρόμου, εἰσέρχονται οἱ πραιπόσιτοι καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας. καὶ εὐθέως ἐξέρχονται οἱ δεσπόται καὶ ἀπέρχονται ἔνθα αἱ χλαμύδες καὶ τὰ στέμματα ἀπόκεινται, καὶ περιβαλλόμενοι τὰ αὐτὰ ὑπὸ τῶν πραιποσίτων, ἀνέρχονται καὶ καθέζονται ἐπὶ τῶν θρόνων, καὶ ὁ λαὸς, ἔξω ἑστὼς τῶν δύο πρὸς δύσιν συρτῶν βήλων, λέγει μεγάλως τὸ πολυχρόνιον. καὶ εἶθ' οὕτως ἐξερχόμενοι οἱ πραιπόσιτοι εἰσάγουσι τοῖς τοῦ κουβουκλείου διὰ τῶν δύο μερῶν δεξιᾷ καὶ ἀριστερᾷ, καθὼς ἡ συνήθεια ἔχει. καὶ ἐν τῷ τούτους στῆ 568 ναι νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ ἐξέρχεται καὶ εἰσάγει βῆλον αʹ, τοὺς μαγίστρους. καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου ἐξέρχεται ἕτερος ὀστιάριος, καὶ εἰσάγει τῷ αὐτῷ σχήματι βῆλον βʹ, τοὺς πατρικίους. καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου ἐξέρχεται ὁ ἕτερος ὀστιάριος, καὶ εἰσάγει τῷ αὐτῷ σχήματι βῆλον γʹ, τοὺς συγκλητικοὺς, καὶ ἁπλῶς ὅσα ἂν βῆλα ἔχει ἡ συνήθεια καὶ ἡ τάξις τῶν δοχῶν. καὶ εἶθ' οὕτως εἰσέρχεται ὁ κατεπάνω μετὰ καὶ τοῦ δομεστίκου καὶ τῶν χρυσοτρικλινιτῶν, καὶ ἵστανται δεξιᾷ καὶ ἀριστερᾷ πρὸ τῶν δύο πρὸς δύσιν συρτῶν βήλων, καὶ μετὰ τὸ στῆναι αὐτοὺς νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν