Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Καὶ μὴ εἰδὼς ἐγὼ τὸ τυχόν, ἀνέφερον αὐτῷ, ὅτι εἰ μὴ ἔλθῃ ὁ μητροπολίτης, Θεοῦ εὐδοκοῦντος, καὶ δώσωσιν ἡμῖν τὸ κάστρον, κἀγὼ ἀναῤῥωσθήσω ὀλίγον, ἀλλ' ὅμως ἑτοιμάσω πάντα τὰ εἰς ἐκπλήρωσιν τῆς προστάξεώς σου.
VIII.Τῆς δὲ προθεσμίας ἐλθούσης καὶ μὴ ἐλθόντος τοῦ μητροπολί του, τῇ α- ῃ Ἰουνίου τοῦ αὐτοῦ ἔτους ἀπηρχόμεθα κινήσαντες εἰς Πά τραν. Ἐν ταύταις οὖν ταῖς ἡμέραις καὶ ὁ αὐθεντόπουλος ὁ κὺρ Θωμᾶς τὸ τοῦ πριγκίπου Κεντυρίωνος πτολίεθρον τὴν Χαλαντρίτζαν, τοῦ καὶ μετέπειτα γεγονότος πενθεροῦ αὐτοῦ, ἐπολιόρκει. Ὁ δὲ αὐθέντης μου ἅμα τῷ ἀδελφῷ αὑτοῦ διήρχοντο διὰ τῆς ὁδοῦ τῆς φερούσης εἰς Πάτραν. Κατελ θόντες οὖν ἐμείναμεν ὁμοῦ εἰς τὴν Καμενίτζαν. Ἰωαννίκιος Βαλότας οὖν ὁ τοῦ πριγκίπου ἐκεῖσε ἄρχων, ὡς ἔμαθε τοῦτο, αἰτήσας ἀφίρωσιν, ἵνα ἀμφοτέρους τοὺς αὐθέντας ἔλθῃ προσκυνῆσαι, καὶ ἐλθών, εὐθὺς τὰς τοῦ πτολιέθρου κλεῖς ἐκβαλών, δέδωκε ταύτας τῷ αὐθέντῃ μου τῷ δεσπότῃ εἰπών· Τοῦτό ἐστι πτολίεθρον ἰδίως τοῦ αὐθέντου μου καὶ συγγάμβρου τῆς βασιλείας σου, καὶ γὰρ ὁ τοῦ πριγκίπου υἱὸς προέλαβεν εἰς νό μιμον γυναῖκα τὴν ἀδελφὴν τῆς βασιλίσσης κυρίας Θεοδώρας, ὅς μοι προσέταξεν, ἵνα παραδώσω τοῦτο τῇ βασιλείᾳ σου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Οὕτως ἔχει, ὅτι συγγενοῦς μου ἐστὶν ὁ τοιοῦτος τόπος, ἀλλ' οὐ γνησιεστέρου τοῦ ἀδελφοῦ μου. Λοιπὸν εἰ προγενέστερον ἐποίει τοῦ 292 το, ὁ ἀδελφός μου κατ' ἐμοῦ οὐκ ἐγχειρίζετο οὐδὲν ὃ ἐγὼ εἶχον, καὶ αὐ 292 τὸς καὶ αὐθέντης σου ἀλλοτρόπως εἶχον αὐτό. Τὰ νῦν οὖν εἰ παραλάβω αὐτό, ἀνάγκη ἐστίν, ἵνα διαφερώμεθα μετὰ τοῦ ἀδελφοῦ μου· καὶ οὐ τυγχάνει διὰ πολύ τι, πολλῷ μάλλον διὰ τοσοῦτον, ἀλλ' ἄπελθε ἐν αὐ τῷ καί, ὡς δύνασαι, ποίησον. Ὡς οὖν ἤκουσε ταῦτα, ᾔτησεν, ἵνα ἀκάκως εἰσέλθῃ ἐν τῷ αὑτοῦ πτολιέθρῳ. Προσταχθεὶς ἐγὼ συνώδευσα αὐτῷ μετὰ στρατιωτῶν. Καὶ περὶ τὴν ὁδὸν εὑρεθεὶς Ῥαοὺλ ὁ Θωμᾶς καὶ νομίσας εὔκολον εἶναι, ἵνα ἄρῃ αὐτὸν ἀπ' ἐμοῦ, καὶ εἰς κίνδυνον ἦλθε τοῦ φυέ ναι ἀνὰ τῶν ἀδελφῶν τι μάχιμον καὶ λυπερόν. Ὅμως οὖν Θεοῦ εὐδοκοῦν τος, ἐκεῖνον μὲν σῶον ἀπεκατέστησα οἴκαδε, κἀγὼ ἐπιστρέψας εὗρον τὸν αὐθέντην μου ἐν τῷ τοῦ ἁγίου Ἀνδρέου τοῦ πρωτοκλήτου ναῷ καὶ τάφῳ ἀποσωθέντα τῇ δ-ῃ Ἰουνίου ἑσπέρας. Τῇ ε-ῃ πρωῒ τοῦ αὐτοῦ, ἡμέ ρᾳ πρώτῃ τῆς ἑβδομάδος, ἐξελθόντες πάντες οἱ τοῦ κάστρου ἔγκριτοι με τὰ παντὸς τοῦ λαοῦ καὶ ἐλθόντες μέχρι καὶ τοῦ ῥηθέντος ναοῦ τοῦ ἁγίου Ἀνδρέου, τῷ δεσπότῃ καὶ αὐθέντῃ μου προσεκύνησαν καὶ τὰς κλεῖς τοῦ κάστρου παρέδωκαν αὐτῷ. Καὶ οὕτως κινήσαντες μετὰ πλείστης χαρᾶς ἀμφότερα τὰ μέρη, λέγω τοῦ αὐθέντου μου καὶ τοῦ πτολιέθρου, τινὲς ἔφιπποι καί τινες πεζοί, ἕκαστος κατὰ τὴν ἑαυτοῦ πηλικότητα, καὶ εἰσελ θόντες ἐν τῷ κάστρῳ μέχρι καὶ τῶν κατὰ τὸν ναὸν τοῦ ἁγίου Νικολάου δωματίων ἀπήλθομεν, τῆς μὲν ὁδοῦ πάσης κατεστρωμένης οὔσης πάντων ἀνθέων καὶ εὐκοσμίας, ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων δόμων πάντοθεν ῥαι νομένων ῥοδοσταμμάτων καὶ ῥόδων καὶ τριακονταφύλλων. Ἀπὸ δ' ἄνω θεν τοῦ φρουρίου, ἤτοι πύργου, διὰ σκευῶν καὶ τζαγκρῶν κακῶς ἐδεξιοῦν το ἡμᾶς, ἀλλ' οὐδὲν ἔβλαψαν. Οἱ γὰρ τοῦ μητροπολίτου κρατήσαντες τὸ φρούριον, ἔτι δὲ καὶ τὰ αὐθεντικὰ παλάτια, τὰ πλησίον αὐτοῦ οἰκήματα, σιταρχήσαντες καὶ ἀφιρώσαντες κατέσχον ἐλπίζοντες, ὅτι ἐλθόντος τοῦ μητροπολίτου διὰ τούτου ἕξειν πάλιν λάβωσι τὸ πτολίεθρον, ὅπερ καὶ πρότερον εἶχεν. Ἡμῶν δὲ ἐπὶ τὴν αὔριον συναχθέντων ἐν τῷ τοῦ ἁγίου Νικολάου ναῷ καὶ παντὸς τοῦ τῶν πολιτῶν δήμου, ὤμοσαν μετὰ ὅρκων, ἵν' ὦσι πιστοὶ δοῦλοι καὶ ὑποτακτικοὶ τοῦ αὐθέντου ἡμῶν τοῦ δεσπότου. Εἶτα ἐζήτησαν κἀμὲ τοῦ κρίνειν ἐν αὐτοῖς καὶ ἰθύνειν· ὁ δὲ αὐθέντης μου ἀπεκρίνατο λέγων· Καὶ μᾶλλον τούτου αὐτῷ ὀφείλομεν καὶ χάριν τῆς ὑμῶν αἰτήσεως ἔσεται αὐτὸς εἰς κεφαλὴν ἐν ὑμῖν. Τῇ δὲ ὀγδόῃ τοῦ αὐτοῦ Ἰουνίου μηνός, διερχομένου μου εἰς Ναύπα κτον, ἴνα πρὸς τὸν βασιλέα πρῶτον ἀπέλθω ἀκουστὸν ποιῆσαι αὐτῷ τὰ ἐν τῇ Πάτρᾳ παρακολουθήσαντα, εἶτ' ἀπ' ἐκεῖσε μετ' ἄρχοντος αὐτοῦ 294 πρὸς τὸν ἀμηρᾶν, κατὰ