49
3. Ὁ τόν Θεόν ἀγαπῶν ἐξ ὅλης καρδίας καί ψυχῆς καί δυνάμεως, τοῦ τόν πλησίον ἀγαπῶντος, φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τό κρεῖττον ὑπό τοῦ χείρονος· ἀλλά ἄγεσθαι μᾶλλον τό ἧττον ὑπό τοῦ μείζονος. ∆ιό τήν ἀποστολικήν ἀξίαν τε καί τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καί μάλιστα τῶν θείων τάξις, λυθῇ.
4. Μέσα φησίν τά εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς ἐώρων διά τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τήν ὑπέρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατά τήν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετά τήν ἐν πίστει τῶν ὄντων διάβασιν. ΣΧΟΛΙΑ.
1. Τό διαφόρως ἐνεργοῦν, ἐν ἑκάστῳ τῶν ὑπ᾿ αὐτοῦ διαφόρως ἐνεργουμένων, ὅλον ἐστίν, καί ἐν ὅλοις ἅμα μή διαιρούμενον. Ἀμιγῶς γάρ, φησίν, ἐν ὅλοις καί τῷ καθ᾿ ἕκαστον ἀδιαιρέτως κατά μίαν καί τήν αὐτήν ἐκφαίνεται δύναμιν ἐνεργοῦν τό Πνεῦμα τό ἅγιον, ὅτι καί πάντων ἐστί τῶν ὄντων πληρωτικόν· Θεός γάρ, καί πᾶσιν ἀχώρητον τοῖς οὖσιν, ὑπερούσιον γὰρ.
2. Πᾶσαν ἐντολῆς ἕξιν ἐνεργουμένην, Πνεύματος εἶναι χάρισμα λέγει. 3. Ὁ τόν Θεόν ἀγαπῶν ἐξ ὅλης καρδίας καί ψυχῆς καί δυνάμεως, τοῦ τόν
πλησίον ἀγαπῶντος, φησί, μείζων ἐστίν. Οὐκ ἔστιν οὖν λόγου νομοθετεῖσθαι τό κρεῖττον ὑπό τοῦ χείρονος· ἀλλά ἄγεσθαι μᾶλλον τό ἧττον ὑπό τοῦ μείζονος. ∆ιό τήν ἀποστολικήν ἀξίαν τε καί τάξιν, ὑπ᾿ ἐκείνων ὧν ἄρχει βαθμῶν ἄρχεσθαι δικαίως οὐ συνεχώρησεν ὁ θεῖος Ἀπόστολος, μήπως ἡ πάντων τῶν ὄντων εὐκοσμία, καί μάλιστα τῶν θείων τάξις, λυθῇ.
4. Μέσα φησίν τά εἴδη τῶν πειρασμῶν, ἅπερ προγνωστικῶς (14Β_210> ἐώρων διά τοῦ Πνεύματος οἱ προφητεύοντες τῷ ἁγίῳ Παύλῳ τήν ὑπέρ ἀληθείας ἄθλησιν· ὧν παντελῶς οὐκ ἐφρόντιζεν ἑνωθῆναι σπεύδων τῷ Χριστῷ, κατά τήν ἐν εἴδει τῶν ἀγαθῶν ὑπόστασιν, μετά τήν ἐν πίστει τῶν ὄντων διάβασιν.
Λ (30). ΠΕΡΙ ΤΟΥ ΤΙΣ Η ∆ΙΑΦΟΡΑ ΠΟΤΗΡΙΟΥ ΚΑΙ ΒΑΠΤΙΣΜΑΤΟΣ. 30. ΕΡΩΤΗΣΙΣ Λ' Τί ἐστι τὸ δύνασθε τὸ ποτήριον ὃ ἐγὼ πίνω πιεῖν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ
βαπτίζομαι βαπτισθῆναι; Τίς ἡ διαφορὰ τοῦ ποτηρίου καὶ τοῦ βαπτίσματος; Ἀπόκρισις. Τὸ τοῦ Κυρίου βάπτισμα τῶν ὑπὲρ ἀρετῆς κατὰ πρόθεσιν ἑκουσίων καὶ
ἡμετέρων πόνων τύπος ὑπάρχει· δι᾽ ὧν τὰς κατὰ συνείδησιν ἀπορρύπτοντες κηλίδας τὸν πρὸς τὰ φαινόμενα τῆς προαιρέσεως ἑκούσιον καταδεχόμεθα θάνατον. Τὸ δὲ ποτήριον τῶν ἐκ περιστάσεως παρὰ προαίρεσιν ἐπανισταμένων ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκουσίων πειρασμῶν τύπος ἐστί· δι᾽ ὧν καὶ αὐτῆς προκρίνοντες τὸν θεῖον πόθον τῆς φύσεως, ἑκόντες τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον.
Ταύτην οὖν ἔχει τὴν διαφορὰν τὸ βάπτισμα πρὸς τὸ ποτήριον, ὅτι τὸ μὲν βάπτισμα ὑπὲρ ἀρετῆς πρὸς τὰ ἡδέα τοῦ βίου νεκρὰν ἐργάζεται τὴν προαίρεσιν, τὸ δὲ ποτήριον τὴν ἀλήθειαν καὶ αὐτῆς προκρίνειν πείθει τῆς φύσεως τοὺς εὐσεβεῖς. Πρότερον δὲ τοῦ βαπτίσματος ἔθετο τὸ ποτήριον, ὅτι διὰ τὴν ἀλήθειάν ἐστιν ἡ ἀρετὴ ἀλλ᾽ οὐ διὰ τὴν ἀρετὴν ἡ ἀλήθεια. Ὅθεν ὁ διὰ τὴν ἀλήθειαν πράττων τὴν ἀρετὴν κενοδοξίας οὐ τιτρώσκεται βέλεσιν, ὁ δὲ τὴν ἀλήθειαν ἀρετῆς ἕνεκεν ἐπιτηδεύων σύνοικον ἔχει τῆς κενοδοξίας τὴν οἴησιν.
(14Β_212> ΣΧΟΛΙΑ