ρίαν, ἐγὼ, φησὶν, ὑμῖν δικάσω καὶ Βαβυλω νίοις καὶ ̓Ασσυρίοις. 74.4 ̓Ετάκη ἡ γῆ, καὶ πάντες οἱ κατοι κοῦντες αὐτήν. ̓Αλλὰ μαρτυρησάτω καὶ ἡμῖν ̓Ιησοῦς, οτι ἡ εἰκὼν τοῦ χοϊκοῦ καὶ ἡ ἐν τῷ θνητῷ ἡμῶν σώματι βασιλεύουσα ἁμαρτία, καὶ πᾶν τὸ γήϊνον, καὶ ἡ περὶ τὰ γήϊνα ἐνέργεια, μετὰ τῶν ᾠκειωμένων τοῖς γηΐνοις ἀντικει μένων δυνάμεων, οὐ μόνον ἀπετέθη, ἀλλὰ καὶ οἱονεὶ ἐξηφανίσθη τέλεον. ̓Εὰν γὰρ τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώ σωμεν, ὡς πάντοτε τὴν νέκρωσιν τοῦ ̓Ιησοῦ περιφέρειν ἡμᾶς, ἐρεῖ περὶ τῆς ἐν ἡμῖν γῆς καὶ τῶν γηΐνων τὸ ἐτάκη ἡ γῆ. Καὶ ἐν τῇ συντελείᾳ δὴ ἐρχομένης τῆς κρίσεως, ὁ οὐ ρανὸς καὶ ἡ γῆ παρελεύσονται, καὶ οἱ ἐν τῇ γῇ ἀποθανοῦνται. 74.5,6 Ειπα τοῖς παρανομοῦσι μὴ πα ρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς υψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Πλὴν ἀλλὰ καὶ τοῖς καθ' ολης τῆς οἰκου μένης εθνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ. Παρανομοῦσι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ, οιτινες ἀκούοντες τῶν νόμων, οὐκ ἐ τήρουν αὐτούς. 74.8 Οτι ὁ Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. Ον θέλει δηλαδὴ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ. Η ταπεινοῖ μὲν τὸν ἐκ περιτομῆς λαὸν, ὑψοῖ δὲ τὸν ἀπὸ τῶν ἐθνῶν, κατὰ τὰ εἰρημένα ἐν ταῖς ἀραῖς· Οτι ὁ προσήλυτος ος ἐστιν ἐν σοὶ, ἀναμνήσεται ἐπὶ σὲ ανω, ανω· σὺ δὲ καταβήσῃ κάτω, κάτω. -Καὶ αλλως· τοῦτον ταπεινοῖ, τὸ φρόνημα τῆς σαρκὸς, καὶ τοῦτον ὑψοῖ, τὴν ψυχὴν καὶ τὸ πνεῦμα. Καὶ μέντοι αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ. Καὶ ταπεινοῖ μὲν ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τῇ καρ δίᾳ. 74.9 Οτι ποτήριον ἐν χειρὶ Κυρίου, οι νου ἀκράτου πλῆρες κεράσματος. Κέρασμα τὸν οὐρανὸν ὀνομάζει. 74.10 Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρ τωλῶν συνθλάσω. Κλάσματα λέγει τὴν φθοράν. 75.3 Καὶ ἐγεννήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. ̓Αλλ' εἰ μὲν ὁ παρὰ ̓Ιουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος ἐπεφύλα κτο, λόγον αν ειχε συγχωρεῖν ̓Ιουδαίοις αὐ τὸν ειναι νομίζειν τὸν ὑπὸ τῶν γραφῶν δη λούμενον. Εἰ δὲ ουτος μὲν ἐκ βάθρων ηρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὁ τόπος τοῦ Θεοῦ, οὐκ αν δύναιτο ἀληθῶς λογίζεσθαι τόπος ειναι Θεοῦ, ὁ πολ λάκις ὑπὸ πολεμίων ἁλούς· διὸ οὐδ' ειρηκεν ὁ προφήτης· ̓Εν Σαλὴμ γέγονεν ὁ τόπος αὐ τοῦ, ὡς αν μέν τις ̓Ιουδαϊκῶς νοήσῃ τὰ ̔Ιεροσόλυμα· ἀλλ' ἀντὶ ταύτης, τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν, ἀντὶ τοῦ Σαλὴμ εἰ πὼν ἐν εἰρήνῃ. Εἰ μὲν ουν καὶ ἐπὶ γῆς εὑρίσ κοιντο ψυχαὶ ἐν εὐσταθίᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως αν λέχθειεν καὶ αὐταὶ τόπος Θεοῦ, ὡς αἱ χωρητικαὶ ουσαι θείου Πνεύματος. Εἰ δὲ σπανίως εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ' οὐράνιον χρη ματίζουσι τοῦ Θεοῦ πόλεις αἱ τῶν ἁγίων ψυ χαὶ, ενθεν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στε ναγμὸς, δῆλον οτι εἰρήνης εσται τόπος ἡ ανω ̔Ιερουσαλὴμ ὡς ἐλευθέρα, ορασις ἀλη θῶς ουσα εἰρήνης· ἀλλὰ γὰρ παντὶ τρόπῳ καὶ ἡμῖν ἀποδιωκτέον τὴν τῶν παθῶν τα ραχὴν, ιν' εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν εχοντες, τόπος γινώμεθα Θεοῦ. ̓Εσό μεθα δὲ καὶ κατοικητήριον αὐτοῦ, σκοπευ τικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι ειναι. Σιὼν γὰρ σκοπευτήριον ἑρμηνεύεται. ̔Ως ουν ὁ ἁμαρτωλὸς δίδωσιν τόπον τῷ δια βόλῳ, ουτως ὁ καλὸς καὶ ὁ ἀγαθὸς δίδωσι τόπον τῷ Θεῷ ἐν τῷ ἡγεμονικῷ αὐτοῦ, ζη τοῦντι ἐνοικῆσαι ἐν ἡμῖν καὶ ἐμπεριπατῆσαι, καὶ μονὴν ποιῆσαι· καὶ ψυχὴ γενομένη σκο πευτήριον καὶ χρηματιστήριον τοῦ τόπου τοῦ Θεοῦ, εσται κατοικητήριον τοῦ Θεοῦ. 75.11 Οτι ἐνθύμιον ἀνθρώπου ἐξομολο γήσεταί σοι. Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστὶν, μὴ ἐφαπτομένης εξωθεν δυνάμεως ἀγαθῆς η πονηρᾶς, λέγεται δὲ καὶ λογισ μός. 76.1 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέ σχε μοι. Τί δὲ τὸ πρὸς Κύριον; οτι ἡ τῶν πολλῶν φωνὴ οὐκ ἀναφέρεται πρὸς τὸν Κύριον· οὐδὲ γὰρ κατὰ Κύριον πρόεισιν αυτη· τοῦ δὲ δικαίου οὐ μόνον ἡ κατὰ τὴν εὐχὴν φω νὴ, ἀλλὰ πᾶσα φωνὴ ἱεροῦται τῷ Κυρίῳ, τῷ ἀεὶ λέγειν α δεῖ,