Γενώμεθα πένητες, ἵνα βλέπω σιν ἡμᾶς οἱ τοῦ Κυρίου ὀφθαλμοί. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οὐκ ἐπιβλέπει τοὺς πλουσίους ὁ Κύριος. Τοῖς ὀφθαλμοῖς βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἂν εἷς ὁ πενόμενος τυγ χάνει. 12.1200 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, κ. τ. ἑ. ∆ιὸ πᾶς ὁ ἁμαρτάνων ὡς ἄν τις μισῶν ἐπιβουλεύει τῇ ἰδίᾳ ψυχῇ. Ὥσπερ οὖν ὁ πράττων τὸ δίκαιον αὑτὸν ἀγαπᾷ, ἑαυτόν τε καὶ τὸν πλησίον εὐεργετῶν, τῷ εἰς ἀρετὴν αὐτὸν ἄγειν ὡς ἑαυτόν. Ἀσεβῆ δὲ νῦν λέγει τὸν διὰ τὸ ἁμαρτάνειν καταφρο νοῦντα Θεοῦ, ὃς καὶ κρίνεται μετὰ τοῦ δικαίου, ὡς πολλαχόθεν δῆλον, καὶ ἐκ τοῦ ἐν Γενέσει· «Καὶ ἔσται δίκαιος ὡς ὁ ἀσεβής·» ὁ γὰρ πάντη ἄθεος οὐκ ἀναστήσεται ἐν κρίσει. Τοῦ αὐτοῦ. Κἂν μὴ λέγῃ τις, ὅτι μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ἐλέγχεται διὰ τοῦ ἀδικίαν ἀγαπᾷν μισῶν αὐτήν· ὁμοίως δὲ καὶ ὁ ἀκολασίαν ἀγαπῶν, ἢ δειλίαν, ἢ ἀφροσύνην. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, κ. τ. ἑ. Ἵνα ὑπὸ τὰς ἑαυτοῦ παγίδας ποιήσας αὐτοὺς, καὶ λαβὼν ὑποχειρίους, οἰκονομήσῃ ὡς ἰδίους. Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπη σεν, κ. τ. ἑ. ∆ικαιοσύνας τοὺς δικαίους λέγει ἀπὸ τῆς πράξεως αὐτοὺς ὀνομάσας. Τοιοῦτον καί· «Ἡ ἀγάπη οὐ περισσεύεται,» ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. ΨΑΛΜΟΣ ΙΑʹ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, κ. τ. ἑ. Ἐκλείποντος ὁσίου, σωτηρίας δεῖται ὡς χαλεπώ τερον περιγενόμενος. «Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.» Εἰ οἱ μὲν ὅσιοι ἐκλε λοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν μόνοις τοῖς ὁσίοις αἱ ἀλήθειαι, καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης. Καὶ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι. Καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων. Μετὰ δόλου ἀλλήλοις προσδιαλέγονται, διὰ πονηρῶν χειλέων εἰς τὴν ἀλλήλων καρδίαν τὰ ψευδῆ παρα πέμποντες· ὅτε δὲ περὶ γνῶσιν οὐκ ἀσχολούμεθα, ὀλιγοῦνται αἱ ἀλήθειαι. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, κ. τ. ἑ. ∆ιὰ τοῦτο μήτε λόγον ἀργὸν εἰκῆ, μήτε βλάσφημον, ἢ ὅλως ἐπίληπτον προσάγωμεν τοῖς πλησίον. «Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.» Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο ἐλά λησαν ματαιότητας. Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δό λια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, κ. τ. ἑ. Ὁ γὰρ Κύριος ἐξαφανίζων τὰ χείρονα, ἐξολοθρεύει αὐτὰ, ἵνα ἀνακύψῃ, ἀφανισθέντων τῶν ἐπισυμβεβηκότων, τὸ πρῶτον κτίσμα τοῦ Θεοῦ, ᾧ ἐπισυμβέβηκε τὰ χείρονα. 12.1201 Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι, τίς ἡμῶν Κύ ριός ἐστι; κ. τ. ἑ. Καὶ ὁ Φαραώ φησιν· «Οὐκ οἶδα τὸν Κύριον,» ὁμοίως τῷ φάσκοντι· «Τίς ἡμῶν Κύριός ἐστι;» Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος, κ. τ. ἑ. Ὡς ὁ Παῦλος ἔφη καὶ τὸ, «Ταλαίπωρος ἐγὼ ἄνθρωπος·» καὶ τὸ, «Ὡς πτω χοὶ, πολλοὺς δὲ πλουτίζοντες·» καὶ τὸ, «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν,» καὶ τὰ ἑξῆς· καὶ τὸ, «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν.» Τοῦ αὐτοῦ. Καὶ ἄλλως δὲ τῶν ἀλαζονευόντων στενάζουσιν οἱ πτωχοὶ τὴν τυραννίδα μὴ φέροντες. ∆ιὸ φησὶν ὁ Κύριος· «Ἀναστήσομαι, ὡς ἂν θῶ μου τὴν βουλὴν ἐν σωτηρίῳ. Παῤῥησιάσομαι ἐν αὐτῷ» κατὰ τῶν ὑπερηφάνων, καὶ τῆς ταλαιπωρίας ἀπαλ λάξω τοὺς πένητας, κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστὰς καὶ πρὸς ἡμᾶς ἀφικόμενος, ὡς φανερωθῆ ναι σωτηρίαν τῶν ἔξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. Τοιγαροῦν ὁ Παῦλος εἰπών· «Ταλαί πωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώμα τος τοῦ θανάτου τούτου;» ἐπάγει· «Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.» Ἐδήλωσε γὰρ, ὅτι Κύριοςὁ ῥυσόμενος τὸν ταλαιπωροῦντα. ∆ιὸ εἶχε σῶμα θα νάτου, ὁ καὶ νῦν λέγων· «Νῦν ἀναστήσομαι.» Φασὶ δὲ πτωχὸν τὸν ἐκπεσόντα πλούτου· πένητα δὲ τὸν ἐκ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενον. Λέγει δὲ ἡ Γραφή· «Πλούσιοι ἐπτώχευσαν,» καὶ τό· «Ἐπτωχεύσαμεν σφόδρα·» καὶ περὶ τοῦ Σωτῆρος, «ὃς ἐπτώχευσε δι' ἡμᾶς πλούσιος ὢν, ἵνα» ἡμεῖς «πλου τήσωμεν τῇ αὐτοῦ πτωχείᾳ.» Λέγει δὲ περὶ τοῦ στεναγμοῦ τῶν πενήτων, ὡς ἀεὶ στεναζόντων ἐπὶ τῷ πόνῳ. Τὸ δὲ, «Θήσομαι ἐν σωτηρίῳ,» δηλοῖ τὸ,