σπάσωσί τι τῶν πολιτικῶν θορύβων ἐκπίπτοντες τῆς προ θέσεως. 67 .tΠερὶ Μάγνασ 67.1 Ἐν ταύτῃ τῇ πόλει Ἀγκύρᾳ πολλαὶ μὲν καὶ ἄλλαι παρθένοι ὡς χιλιάδες δύο ἢ πλεῖον καὶ ἐγκρατευόμεναι καὶ ἐπίσημοι γυναῖκες διαπρέπουσιν. Ἐν αἷς ἐπικρατεῖ κατ' εὐλάβειαν Μάγνα σεμνοτάτη γυνή, ἣν οὐκ οἶδα τί ὀνομάσω, παρθένον ἢ χήραν. Βίᾳ γὰρ συναφθεῖσα παρὰ τῆς ἰδίας μη τρὸς ἀνδρί, δελεάσασα τοῦτον καὶ ὑπερθεμένη, ὥς φασιν οἱ πολλοί, μεμένηκεν ἄψαυστος. 67.2 Οὗ μετ' ὀλίγον τελευτή σαντος ὅλην ἑαυτὴν ἐπέδωκε τῷ θεῷ, φροντίζουσα σεμνῶς τῶν ἰδίων οἴκων, ζῶσα ἀσκητικώτατον βίον καὶ σώφρονα, τοιαύτην ἔχουσα τὴν συντυχίαν ὡς αἰδεῖσθαι αὐτὴν καὶ ἐπι σκόπους ὑπερβολῇ εὐλαβείας. Αὕτη τὰς λοιπὰς καὶ περιτ τευούσας χρείας ξενοδοχείοις καὶ πτωχοῖς καὶ διοδεύουσιν ἐπισκόποις χορηγοῦσα, οὐ παύεται ἐργαζομένη κατὰ τὸ λεληθὸς δι' ἑαυτῆς καὶ δι' οἰκετῶν πιστοτάτων μηδὲ ἀπο λιμπανομένη τῆς ἐκκλησίας ἐν ταῖς νυξίν. 68 .tΠερὶ τοῦ ἐλεήμονος μοναχοῦ 68.1 Ὁμοίως ἐν ταύτῃ τῇ πόλει εὑρήκαμεν μονάζοντα χειροτονίαν μὲν μὴ αἱρούμενον δέξασθαι πρεσβυτερίου, ἀπὸ στρατείας δὲ ἠγμένον ὀλίγου χρόνου· ὃς εἰκοστὸν ἄγει ἔτος ἐν τῇ ἀσκήσει ταύτην ἔχων τὴν πολιτείαν· παραμένει μὲν τῷ ἐπισκόπῳ τῆς πόλεως, τοσοῦτον δέ ἐστι φιλάνθρωπος καὶ ἐλεήμων ὡς καὶ τὰς νύκτας περιιέναι καὶ ἐλεεῖν τοὺς δεομέ νους. 68.2 Οὗτος οὐκ ἀμελεῖ οὐ φυλακῆς οὐ νοσοκομείου οὐ πτωχοῦ οὐ πλουσίου, ἀλλὰ πᾶσιν ἐπικουρεῖ, τοῖς μὲν λόγους εὐσπλαγχνίας διδοὺς ὡς ἀσπλάγχνοις, τῶν δὲ προιστάμενος, τοὺς δὲ εἰρηνεύων, τοῖς δὲ χρείας σωματικὰς καὶ ἱμάτια παρέχων. Ὃ φιλεῖ δὲ συμβαίνειν ἐν πάσαις ταῖς μεγάλαις πόλεσι ἔστι καὶ ἐν αὐτῇ· ἐν γὰρ τῇ στοᾷ τῆς ἐκκλησίας πλῆθος νοσούντων κατακείμενον ἐρανίζεται τὴν ἐφήμερον τροφήν, τῶν μὲν ἀγάμων τῶν δὲ γεγαμηκότων. 68.3 Συνέβη οὖν μιᾶς τῶν ἡμερῶν ἐν μέσῃ νυκτὶ τίκτειν ἑνὸς γυναῖκα ἐν τῇ στοᾷ ἐν χειμῶνι. Βοώσης οὖν αὐτῆς ἐν τῇ ὀδύνῃ ἐπήκουσε, καὶ καταλείψας τὰς συνήθεις αὐτοῦ προσευχὰς ἐξελθὼν ἐπεῖδε, καὶ μηδένα εὑρὼν αὐτὸς ἰατρίνης ἐπέσχε τόπον, οὐ βδελυξάμενος τὸ παρακολουθοῦν μῦσος ταῖς τικτού σαις, ἀναισθησίαν ἐν αὐτῷ τῆς ἐλεημοσύνης ἐργασαμένης. 68.4 Τούτου τὸ μὲν σχῆμα τῶν ἱματίων οὐκ ἔστιν ἄξιον ὀβολοῦ, τὸ δὲ βρῶμα ἀμφήριστον τῶν ἱματίων· πυκτίῳ ἐγκύψαι οὐ καρτερεῖ τῆς φιλανθρωπίας αὐτὸν ἐλαυνούσης τῶν ἀναγνωσ μάτων. Βιβλίον αὐτῷ ἐάν τις χαρίσηται τῶν ἀδελφῶν πα ραχρῆμα αὐτὸ πιπράσκει, τοῦτο ἐπιλέγων τοῖς ἐπισκώπτου σιν ὅτι "Πόθεν ἔχω πεῖσαι τὸν διδάσκαλόν μου ὅτι τὴν τέχνην αὐτοῦ μεμάθηκα, ἐὰν μὴ ἐκεῖνον αὐτὸν πωλήσω εἰς τὸ τῆς τέχνης κατόρθωμα;" 69 .tΠερὶ παρθένου ἐκπεσούσης καὶ μετανοησάσησ 69.1 Ἀσκήτριά τις παρθένος μένουσα σὺν ἄλλαις δύο ἠσκήθη ἐπὶ ἔτη ἐννέα ἢ δέκα. Αὕτη δελεασθεῖσα παρὰ ψάλτου τινὸς ἐξέπεσε, καὶ κατὰ γαστρὸς λαβοῦσα ἐγέν νησεν. Εἰς ἄκρον δὲ μῖσος ἐλάσασα τοῦ ταύτην δελεάσαντος κατενύγη τὴν ψυχὴν εἰς βάθος, καὶ εἰς τοσοῦτον ἤλασε μετανοίας ὡς ἄντικρυς ἀποκαρτερῆσαι καὶ λιμῷ ἑαυτὴν ἀποκτεῖναι. 69.2 Προσευχομένη δὲ ἐδέετο τοῦ θεοῦ λέ γουσα ὅτι "Ὁ θεὸς ὁ μέγας, ὁ βαστάζων τὰ κακὰ πάσης κτίσεως καὶ μὴ βουλόμενος τὸν θάνατον καὶ τὴν ἀπώλειαν τῶν πταιόντων· εἰ θέλεις με σωθῆναι, ἐν τούτῳ μοι δεῖξον τὰ θαυμάσιά σου καὶ συνάγαγε τὸν καρπὸν τῆς ἐμῆς ἁμαρτίας ὅνπερ γεγέννηκα, ἵνα μὴ ἢ σχοινίῳ χρήσωμαι, ἢ ἐμαυτὴν δισκεύσω". Ἐν τούτοις δεομένη εἰσηκούσθη· τὸ γὰρ τεχθὲν μετ' οὐ πολὺ ἐτελεύτησεν. 69.3 Ἀπὸ οὖν τῆς ἡμέρας ἐκείνης τῷ μὲν ταύτην αἰχμαλωτεύσαντι οὐκέτι συνέτυχεν, ἔκδοτον δὲ ἑαυτὴν εἰς ἀκροτάτην νηστείαν δοῦσα, νοσούσαις καὶ λελωβημέναις ἐξυπηρετήσατο ἐπὶ τριάκοντα ἔτη, οὕτως τὸν θεὸν δυσωπήσασα ὡς ἀποκαλυφθῆναί τινι τῶν ἁγίων πρεσβυτέρων ὅτι "Ἡ δεῖνά μοι εὐηρέστησε μᾶλλον ἐν τῇ μετανοίᾳ ἢ ἐν τῇ παρθενίᾳ". Ταῦτα δὲ γράφω ἵνα μὴ καταφρονῶμεν τῶν γνησίως μετανοούντων. 70 .tΠερὶ ἀναγνώστου συκοφαντηθέντοσ 70.1 Πρεσβυτέρου τινὸς θυγάτηρ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐκπεσοῦσα παρθένος παρὰ τοῦ ταύτην φθείραντος ἐδιδάχθη