1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

49

γενόμενος, καὶ θυμηδίας ἀνάπλεως, ἅτε δὴ καὶ τοῦ Θεοῦ τὴν δύναμιν γνοὺς, καὶ τοῦ ἀγαπωμένου τὴν σωτηρίαν μαθὼν, παραυ τίκα αὐτὸν ἐκ τοῦ λάκκου ἀνενεχθῆναι προσέταξε. Εἶτα θεασάμενος αὐτὸν σῶον καὶ ἐῤῥωμένον, καὶ οὐδεμίαν ἐσχηκότα διαφθορὰν ἐκ τῆς τῶν λεόντων προσβολῆς, τοὺς τοῦ ∆ανιὴλ κατηγόρους προσέταξε τοῖς λέουσι σὺν τοῖς υἱέσι καὶ γυναιξὶ ῥιφῆναι. "Καὶ οὐκ ἔφθασαν, φησὶν, εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες, καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν." Καὶ τοῦτο γὰρ τῆς θείας ἔργον δικαιοσύνης τε καὶ σοφίας. Ἵνα γὰρ μὴ λέγωσιν, ὡς διὰ πλησμονὴν καὶ κόρον οἱ λέοντες ἀπείχοντο. τοῦ ∆ανιὴλ, καὶ σμικρύνωσι τῷ φθόνῳ τὸ γενόμενον θαῦμα, ἐμβληθέντες ἐμαρ τύρησαν τῇ τῶν λεόντων ὠμότητι· ἐξήρπαζον γὰρ αὐτοὺς καταφερομένους οἱ λέοντες, καὶ μηδέπω τοὺς χαλωμένους εἰς γῆν ἐφικνουμένους ἐξ αὐτοῦ τοῦ ἀέρος λαμβάνοντες ἐποιοῦντο τροφήν. ∆ίκας μὲν οὖν ἀξίας δεδωκότες τὸ δίκαιον κηρύττουσι τοῦ Θεοῦ· οὕτω δὲ ῥᾷστα καταναλωθέντες ὑπὸ τῶν θηρίων τὴν τοῦ Θεοῦ σοφίαν ὑποδεικνύουσι, καὶ διδάσκουσιν ἅπαντας, ὡς οὐχ ὁ τῶν λεόντων κόρος, ἀλλ' ὁ περὶ τὸν Θεὸν τοῦ ∆ανιὴλ πόθος, τῆς τῶν λεόντων αὐ τὸν λύμης ἀπέφηνε κρείττονα. Ταῦτα θεασάμενος, κεʹ. "∆αρεῖος ὁ βασιλεὺς ἔγραψε πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ." Ἀνόσιον ἡγησάμενος τοσαύτην κρύψαι θαυματουρ γίαν, καὶ μὴ πάντας ἀνθρώπους κοινωνοὺς τῆς εὐ σεβείας λαβεῖν. Γράφει τοίνυν οὕτως· "Εἰρήνη ὑμῖν πληθυνθείη·" τουτέστι, Γένοιτο ὑμᾶς διαπαν τὸς εἰρήνης ἀπολαύειν. Ἔοικε δὲ τοῦτο τῇ παρ' ἡμῶν γινομένῃ προσηγορίᾳ· καὶ γὰρ ἡμεῖς ἐπι στέλλοντες προγράφειν εἰώθαμεν τό· Ἐν Κυρίῳ 81.1409 χαίρειν. Εἶτα διηγεῖται τὸ ἐπωφελὲς καὶ ἐπικερδὲς διήγημα. κʹ. "Ἐκ προσώπου μου ἐτέθη δόγμα ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου, εἶναι πάντας τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ Θεοῦ ∆ανιήλ." Βούλομαι, φησὶ, πάντας ἀνθρώπους τοὺς ὑπὸ τὴν ἐμὴν τελοῦντας ἐξουσίαν, τὸν τοῦ ∆ανιὴλ προσ κυνεῖν Θεὸν, καὶ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ μετὰ δέους καὶ φρίκης προσφέρειν αὐτῷ τὴν προσκύνησιν. Καὶ τὴν αἰτίαν ἐπάγει, καί φησιν· "Ὅτι αὐτός ἐστι Θεὸς ζῶν, καὶ μένων εἰς τοὺς αἰῶνας." ∆ιαρκὴς γάρ ἐστι, καὶ τροπὴν οὐδεμίαν δεχόμενος, καὶ ἀεὶ ὡσαύτως ἔχει, καὶ εἰς τοὺς αἰῶνας διαμένει. Τούτοις ἐπάγει· "Καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ ἡ κυρεία αὐτοῦ ἕως τέλους. (κζʹ.) Ἀντιλαμβά νεται, καὶ ῥύεται." Εἰσαεὶ δὲ, φησὶ, διαμένει, καὶ βασιλείαν ἔχων ἀνώλεθρον, καὶ δεσποτείαν τέλος οὐ δεχομένην, ῥυομένην δὲ καὶ λυτρουμένην τοὺς εἰς αὐτὸν πεπιστευκότας. "Καὶ σημεῖα δὲ ποιεῖ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς." Ἔστι δὲ ἰδεῖν αὐτοῦ τὰς θαυματουργίας, τάς τε ἐν τῷ οὐρανῷ γινομένας, καὶ τὰς ἐπὶ τῆς γῆς, δι' ὧν τὴν ἑαυτοῦ δείκνυσι δύ ναμιν. Ταύτην ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ὑπέδει ξεν· "Ἐξείλατο γὰρ, φησὶ, τὸν ∆ανιὴλ ἐκ στόματος τῶν λεόντων," καὶ τῶν λιμῷ καὶ θυμῷ τεθηγμένων θηρίων ἀπέφηνε κρείττονα. Ἡ μὲν οὖν ἐπιστολὴ ταῦτα τὴν οἰκουμένην δεδίδαχε. Τὸ δὲ τοῦ διηγήμα τος τέλος περιέχει, ὅτι κατηύθυνε ∆ανιὴλ ἐν τῇ βα σιλείᾳ ∆αρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου· τουτέστιν, ἐν ἑκατέρᾳ βασιλείᾳ διαλάμπων διετέλεσε, καὶ ἐν πᾶσι διαπρέπων. Ἡμᾶς δὲ προσήκει τῆς εὐ σεβείας μεμαθηκότας τὴν δύναμιν, ταύτην προαι ρεῖσθαι, καὶ πάντων αὐτὴν προτιθέναι, καὶ μηδεμιᾷ περιστάσει παραχωρεῖν· ἀλλὰ κἂν ἅπαντες ἄνθρωποι κατὰ ταὐτὸν καθ' ἡμῶν διὰ ταύτην στρατεύωσι, δέ χεσθαι προθύμως τὴν προσβολὴν τῇ ταύτης δυνάμει θαῤῥοῦντας. Οὕτω γὰρ καὶ τῶν μακαρίων ἀποστόλων ὁ χορὸς, ἀπὸ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς οἰκουμένης πολιορκούμενος, ἄμαχος μεμένηκε, καὶ τοὺς πολε μίους ὑπηκόους ἐποιήσατο. Οὕτως ὁ μακάριος ∆α νιὴλ, ὑπὸ τοσούτων σατραπῶν καὶ τακτικῶν ἐπιβου λευόμενος, ἀμείνων ἀπεφάνθη τῶν πολεμούντων· καὶ ἡνίκα δὲ οἱ δυσμενεῖς νενικηκέναι ᾠήθησαν, τηνικαῦτα πανωλεθρίαν ὑπέμειναν. Τοιαῦτα τοίνυν ἔχοντες παραδείγματα, εἰλικρινῆ τὴν περὶ τὸν Θεὸν φυλάξωμεν εὔνοιαν, ἵνα τῆς παρ' αὐτοῦ ῥοπῆς δι ηνεκῶς ἀπολαύσωμεν· ἧς