50
«Εἰ δ' οὖν, ἀλλ' εἰ μὴ παρὰ σοὶ καθαρῶς, ἔφη, τῆς ὑποψίας ἀφεῖται, ὦ βασιλεῦ, ἀλλ' ἐκεῖνος τὸ πιστὸν δώσει πρὸς τοὐπιόν, τὰς τῆς ἐκκλησίας ἐφ' ἑαυτὸν ἐπιτιμήσεις καταδεξάμενος· αἷς καὶ μάλα κατεμπεδούμενος, καὶ αὐτὸ δὴ τὸ ἀκατέργαστον τοῦ νοὸς περὶ ἀποστασίας ἐνθύμιον οὐ προσήσεται, ἀλλά γε χριστιανὸς ὢν τὴν τοῦ Θεοῦ δίκην φυλάξεται καὶ ἀδόλως ἐμμενεῖ τοῖς ὅρκοις εἰς τὴν πρὸς σὲ πίστιν καὶ τὸ γένος τὸ σόν.» Οὕτως εἰπόντος, δυσωπεῖται τὴν δέησιν ὁ κρατῶν καὶ ἐπινεύει πρὸς τὴν τοῦ κατακρίτου συμπάθειαν, εὐμενῆ συνόλως ἐκείνῳ τὴν ἰδίαν γενέσθαι ψυχὴν κατεγγυησάμενος, εἰ κἀκεῖνος τὰ τῆς εἰσέπειτα πρὸς αὐτὸν εὐνοίας, ὡς ὁ ἱερεὺς ὑπέσχετο, πιστὰ καταστήσειε. Καὶ δὴ περί που τὴν Ἀχυράους ὁ ἱερεὺς γεγονώς, συνάμα καὶ πλείστοις ἀρχιερεῦσι, στέλλει πρὸς τὸν κρατοῦντα, οὕτως ἐκείνου πρὸς τὸν ἀρχιθύτην συνταξαμένου καὶ οὕτω τάξαντος, τινὰ τῶν αὐτοῦ οἰκείων καὶ ἱερωσύνῃ κοσμούμενον, ὃν ὁ κρατῶν δεξάμενος ἀνίησι μὲν παραυτίκα τὸν κατεχόμενον τῶν δεσμῶν, ἀπολύει δ' ἀσμένως πρὸς τὸν ἱεράρχην, ὁπαδοὺς αὐτῷ συνεξαγαγών. Ἅμα γοῦν ἐπέστη καὶ ἅμα, παρὰ τῆς συνόδου τὰ εἰκότα ἐνωτισάμενος, τὴν ἐκείνων ἐπιτίμησιν εἰς ἀσφαλῆ τῶν πρὸς βασιλέα ἰδίων ὅρκων βεβαίωσιν δέχεται. Καὶ πρὸς τὸν κρατοῦντα αὖθις ἐπανιών, πολλῆς τῆς παρ' ἐκείνου εὐμενείας ἐτύγχανεν. Οὕτω τοιγαροῦν ἔχων καὶ οὕτω σπεύδων ἑαυτὸν φυλάττειν 41 πάσης καχυποψίας ἀνώτερον, καὶ μᾶλλον ὅτι καὶ ἀξιώματος ἐπέβη μεγίστου, πολλῷ πλέον πρὸς τὸν μετ' αὐτὸν τὸ κράτος ἔχοντα ἁλῶναι ταῖς ὑποψίαις διεφυλάττετο.
ηʹ. Ὅπως ὁ δεύτερος Λάσκαρις, πολλοὺς τῶν ἐν ἀξιώμασιν ὑπερορῶν, ἑτέρους ἀντικαθίστη. Ἀλλ' ἐπειδὴ θερμὸς ἦν ἐκεῖνος πρὸς πάντα, ἔτι δὲ καὶ τὴν τοῦ κατα φρονεῖσθαι δόξανἡ γὰρ νόσος ἐπεισπεσοῦσα καὶ μᾶλλον τρύχουσα ἔπειθε δεινὰ ὑπιδέσθαι, παραλύει μὲν τοῦ ἀξιώματος εἰς πρωτοβεστιαρίου τεταγμένον τιμὴν τὸν Ῥαοὺλ Ἀλέξιον, ἀντεισάγει δ' εἰς ταύτην τὸν ἐξ Ἀτραμμυτίου Γεώργιον τὸν Μουζάλωνα, συνοικίσας αὐτῷ καὶ τὴν ἐκ Καντακουζηνῶν Θεοδώραν, τοῦ Παλαιολόγου οὖσαν ἀδελφιδῆν, τὸν δὲ μετ' ἐκεῖνον Ἀνδρόνικον μέγαν δομέστικον καθιστᾷ, τὴν τοῦ Ῥαοὺλ θυγατέρα οἱ συναρμόσας, τὸν δέ γε τρίτον τῶν ἀδελφῶν προβάλλεται πρωθιερακάριον, ἄνδρας οὐκ εὐγενείας μὲν μετέχοντας τὸ παράπαν, εἰς παιδοπούλους δὲ αὐθεντοπουλευομένῳ τεταγμένους αὐτῷ. ∆ύο μέντοι γε τῶν μεγιστάνων τῶν ὀμμάτων στερεῖ, ὧν ὁ μὲν εἷς υἱὸς ἦν τοῦ Στρατηγο πούλου Ἀλεξίου, ὁ Κωνσταντῖνος, ὃς ἠξιοῦτο καὶ κήδουςτὴν γὰρ ἀδελφιδῆν τοῦ βασιλέως Ἰωάννου, ἐκείνου διδόντος, εἶχεπεριφανοῦς καὶ μάλα λαμπροῦ, ἅτερος δὲ ὁ Φιλῆς ἦν Θεόδωρος. Καὶ πόλλ' ἄττα ἐκαινοτόμει, 43 τὴν ὀφρὺν τῶν πρὸς αἵματος καθαιρῶν καὶ τὸ ἀσφαλὲς ἐντεῦθεν ἑαυτῷ, ὡς ᾤετο, προμηθούμενος· οὐ γὰρ ἀναπνεῖν εἴα ἐκεῖνον ἡ νόσος, νύκτωρ καὶ μεθ' ἡμέραν τὰ μὴ καλὰ φανταζόμενον.
θʹ. Ὅπως ὁ Κότυς τὸν Παλαιολόγον παρασκευάζει αὐτομολῆσαι πρὸς Πέρσας. Τότε δὴ καὶ τοῦ Παλαιολόγου εἰς κεφαλὴν τεταγμένου Μεσοθινίας καὶ αὐτῶν Ὀπτιμάτων, ἐκείνου προστάξαντος, καὶ τὰ πολλὰ κατ' Ἰταλῶν πράττοντος, προσῄει τις τῶν ἐκ τοῦ παλατίου, Κότυς ἐπώνυμον τῷ ἀνδρὶ καὶ ἐς τὰ μάλιστά οἱ τῶν φίλων ὤν, καὶ δῆλος ἦν περὶ τούτῳ ἀγωνιῶν ἐξ ὧν πρὸς αὐτὸν διεξῄει. Καί· «Εἰ μὴ φυγαδείᾳ χρήσαιο, ἔλεγεν, ἡμερῶν ὀλίγων εἰς μέγα συμφορᾶς τὰ κατὰ σὲ προβήσεται· ἀλλ' οὐδ' ἐμοὶ τοὐντεῦθεν ἀκίνδυνον μένειν, ἀλλ' αὐτομολητέον πρὸς Πέρσας καὶ ἀμφοτέροις, εἴ σοι μέλει τῶν ὀφθαλμῶν.» Ταῦτα λέγει καὶ πείθει πληροφορῶν, φίλος ὤν, τὸν ἀεὶ περὶ ἑαυτῷ δεδιότα διὰ τὴν ὑποτρέχουσαν τῆς ἀρχῆς ὑποψίαν· οὐδὲ γὰρ οὐδὲ τὸν θεῖον τούτου, εἰς μέγαν χαρτουλάριον τεταγμένον, Παλαιολόγον Μιχαὴλ καὶ αὐτὸν ἀκούοντα, ἀκίνδυνον εἴα ἡ ὑποψία, ἀλλά, περὶ τῆς ἀρχῆς ἐρωτηθέντα, ἁπλοϊκῶς φάναι λέγεται ὡς, εἰ κεχρεώστηταί τῳ πρὸς Θεοῦ τὸ ἄρξαι, ἀνυπαίτιος ὁ καλούμενος· οὗ δὴ χάριν καὶ νεμεσηθεὶς οἷον παρὰ τοῦ κρατοῦντος, εἰ τοιοῦτος ὢν τοιούτοις μετεωρίζει τὸν νοῦν, τῇ φυλακῇ δίδοται