Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τὴν τετάρτην τοῦ αὐτοῦ μηνὸς φθάσαντες ἐμεί ναμεν ἐν ἐντῷ τοῦ ἁγίου Ἀνδρέου ναῷ, ἰδοὺ καὶ δύο Τοῦρκοι διερχό μενοι τὴν Ναύπακτον, ὁ μὲν τοῦ ἀμηρᾶ, ὁ δὲ τοῦ Τουραχάνη, προσαγ γέλοντες ἐν προστάγματι, ἴνα μὴ τὴν Πάτραν παραλάβωμεν· οἴτινες δὲ πάλιν ὑπέστρεψαν μετ' ἐμοῦ ἀπολογίαν λαβόντες τοιάνδε, ὅτι ἐπεὶ ὁ παρὼν ἡμῶν ἄρχων ἀπέρχεται πρὸς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν (δεικνύων ἐμὲ ἔφη αὐτοῖς ὁ δεσπότης ὁ αὐθέντης μου) καὶ ὡς ἐκεῖνος προστάξει, οὕ τω καὶ ποιήσομεν, ἀναχωρησάντων οὖν ἡμῶν ἐν Ναυπάκτῳ ἐμείναμεν. Πρωῒ σκοτίας ἔτι οὔσης ἰδοὺ ἐκεῖσε καὶ ὁ Παλαιοπάτρων μητροπολίτης τοὔνομα Παντοῦλφος Μαλατέστας μετὰ τριήρεως Καταλανικῆς ἔφθασε, ∆ιερχόμενος γὰρ περὶ τὰ νησύδρια τὰ μέσον τῆς ὁδοῦ, ὡς ἔμαθεν, ὅτι ἐδόθη τὸ πτολίεθρον τῷ δεσπότῃ, τὸν πλοῦν ἐποιήσατο διὰ τοῦ ἐκεῖσε κόλπου παρὰ τὴν Αἰτωλικὴν χέρσον ἔγγιστα καὶ ἀπεσώθη εἰς Ναύπακτον πόλιν τῆς Αἰτωλίας, ὅπως καλῶς μάθῃ περὶ τοῦ γεγονότος. 20Ἐδεήθη οὖν ἐπιμεῖναι κἀμὲ ἐκεῖσε καὶ ἐπὶ τὴν αὔριον. 20Ἔγωγε ὑπεσχέθην τοῦτο ἕνεκεν δύο αἰτιῶν, τῆς μὲν ἴνα μηνύσω τῷ αὐθέντῃ μου περὶ τοῦ γεγονότος, ὃ καὶ παρ' ἐμοῦ ἔμαθε πρῶτον, τῆς δὲ ἵνα μάθω, τὶς ὁ σκο πὸς αὐτοῦ δὴ τοῦ μητροπολίτου. ∆ιὰ ταύτας οὖν τὰς δύο αἰτίας ἀπέμεινα παρ' αὐτῶ. Μέσον δὲ γενομένου καὶ τοῦ Βηράρδου Μαρκέλλου ἡγεμό νος Ναυπάκτου καὶ εἴδομεν ἀλλήλους, ὃν κἀγὼν βλέψας, ἐθαύμασα, ὅτι ἔοικεν εἰς πάντα τῷ τοῦ Σίδης μητροπολίτῃ. Συνανακείμενος οὖν ἐγὼ αὐτῷ καὶ συνομιλῶν, ἐν τῷ διαλέγεσθαι ἀεὶ μηχανούμενος ἦν, ὅπως γνω ρίσῃ, τίνος ἕνεκεν ἤθελον ἐγὼ ἀπελθεῖν πρὸς τὸν ἀμηρᾶν, κἀγὼ ἐκείνῳ πυνθανόμενος, τὶς ὁ σκοπὸς αὐτοῦ περὶ τῶν κατὰ τῆς Πάτρας συμβάν των. Καὶ μὴ δυνάμενοι εἶς τοῦ ἑτέρου τὰ κρύφια γνωρίσαι ἐοίκαμεν γὰρ ὥς τινες κερδαλέοι ἐποίησαν ἐμπορίας· 20ὁ μὲν φορτίον εἶχεν ἀντὶ σηρικῆς μετάξης τὰς τῆς θα λάσσης βρύνας, ὁ δὲ ἀντὶ πεπέρεως σχοίνου σπόρον ξηρόν· καὶ συναπαντηθέντες ὁμοῦ ἐπυνθάνοντο ἀλλήλως τὶ τὸ φορ τίον; Ὁ μὲν μέταξα ἔφη ἐστὶ τὸ ἐμόν, ὁ δὲ πέπερι. Καὶ ἕκα στος αὐτῶν ἐνόμιζε μήπως τὸν ἕτερον συμπαίξῃ καὶ οὕτως εἰς συνθήκην ἦλθον, ἵνα ἀνταλλάξωσι τὰ φορτία· καὶ μὴ γινώσκων ὁ εἰς τὰ τοῦ ἑτέρου ἔλαβον φορτία καὶ σπουδαίως ἐπορεύετο ἕκαστος, ἵνα πόῤῥω μακρύνῃ ἀπὸ τοῦ ἄλλου, μήπως ἡ μεχανὴ φανερωθείη. Καὶ παραγενόμενοι ὁ εἷς ἔνθεν καὶ ὁ ἕτερος ἐκεῖ θεν πολλῷ διαστήματι τῆς ὁδοῦ καὶ ἀνοίξαντες οὐχ εὗρον οὐ δέν.20 296 Οὕτως ἐπάθομεν κἀμεῖς. Λοιπὸν ὁ μητροπολίτης δεδωκὼς τοῖς ἀπε σταλμένοις Τούρκοις παρὰ τοῦ ἀμηρᾶ καὶ τοῦ Τουραχάνη τοῖς μετ' ἐμοῦ οὖσι γράμματα πρὸς τοὺς ἑαυτῶν ῥηθέντας αὐθέντας, τοὺς αὐτοὺς ἀπο στείλαντας, κἀμοὶ δὲ πολὺς συνέβη λογισμός, μήποτε ὑπόσχεται δοῦναι ἄστεά τινα τῆς Πάτρας, εἴπερ αὐτῷ βοηθήσῃ παραλαβεῖν αὐτήν, ἢ πλῆ θός τι χρημάτων. Καὶ μὴ παυόμενος τῷ λογισμῷ ἕως οὗ μαθεῖν τὸ τὶ πε ριεῖχον τὰ γράμματα, καὶ πολλὰ κοπιάσας καὶ συνεσθίων αὐτοῖς, ἐμέ θυσα αὐτοὺς τὰ μέγιστα· ἀκουσίως διὰ τὸ συγκοινωνεῖν κἀμὲ σὺν αὐ τοῖς πρὸς τὸ πιεῖν, καὶ σχεδὸν ἐμεθύσθην. Καὶ τοσοῦτον μεθύσαντες, ὥστε ἀπῆρα ἀπ' αὐτῶν τὰς ἐπιστολὰς καὶ ἀνεγνωκὼς αὐτὰς καὶ μεταγράψας, πάλιν σφραγίσας εἰάσα αὐτάς. Ὡς δὲ ἔφθασα εἰς τὴν Πόλιν, ἐδόθη μοι συμπρέσβυς Μάρκος Παλαιολόγος ὁ Ἴαγρος, ὁ καὶ ὕστερον πρωτοστρά τωρ, τότε δὲ πρωτοβεστιαρίτης· καὶ ἀντὶ τοῦ συμβοηθεῖν μοι ἐναντίος ἦν κατὰ τῆς ὑποθέσεως, δι' ἣν ἐπηρχόμην· καὶ οὐκ οἶδα τὸ αἴτιον, ἀλλ' ἢ τὸ ὁ φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον. Ἀπελθόντες δ' ὁμοῦ πρὸς τὸν ἀμηρᾶν ἐλάβομεν ἀπολογίαν, ἵνα αὖθις ἀποδώσωμεν τὴν Πά τραν, οἷς προεῖχον αὐτήν. Ἀπελογησάμην οὖν κἀγὼ τῷ πρώτῳ τῆς βου λῆς τοῦ ἀμηρᾶ τοὔνομα Ἰβραὴμ-πασιᾶ, ὅτι τοιαύτην ἀπόκρισιν ἐγὼ οὐ τολμῶ εἰπεῖν τῷ αὐθέντῃ μου· ὅμως, ἐπεὶ ἐκεῖνος ἀπέστειλεν ἐμὲ πρὸς τὸν μέγαν ἀμηρᾶν, προσταξάτω καὶ αὐτός τινα τῶν αὑτοῦ, ἵνα μετ' ἐμοῦ ἔλθῃ καὶ ἀπαγγείλῃ τῷ αὐθέντῃ μου τὸ τοῦ μεγάλου ἀμηρᾶ δόγμα. Καὶ στερεώσας τοῦτο λέγει φρονίμως καὶ χρηστῶς εἴρηκας. Ὁ δὲ Ἴαγρος μεμφόμενος ἐμέ, ὡς ἄπρακτον