50
1. Τό τοῦ Κυρίου βάπτισμα, φησίν, ἐστίν ἡ παντελής πρός τόν αἰσθητόν κόσμον τῆς ἡμῶν προαιρέσεως νέκρωσις· τό δέ ποτήριον, καί αὐτῆς ἡμῶν τῆς παρούσης ζωῆς ὑπέρ ἀληθείας καθέστηκεν ἄρνησις.
2. Ἀλήθειαν μέν εἶναι λέγει τήν θείαν γνῶσιν· ἀρετήν δέ, τούς ὑπέρ αὐτῆς τῶν αὐτῶν ἐφιεμένων ἀγῶνας. Ὁ τοίνυν γνώσεως ἕνεκεν ἀρετῆς ὑπομένων πόνους, οὐ κενοδοξεῖ, γινώσκων ἀπερίληπτον εἶναι φύσει τοῖς πόνοις τήν ἀλήθειαν. Τοῖς δευτέροις γάρ οὐ περιγράφεται φύσει τό πρῶτον. Ὁ δέ τήν γνῶσιν διά τούς ὑπέρ αὐτῆς ἀγῶνας ἐπιτηδεύων, πάντως κενόδοξος, ὡς εἰληφέναι δοκῶν τούς στεφάνους πρό τῶν ἱδρώτων· οὐκ εἰδώς, ὅτι διά τούς στεφάνους οἱ πόνοι, ἀλλ᾿ οὐ διά τούς πόνους οἱ στέφανοι. Φύσει γάρ ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ δι᾿ ὅ πέφυκεν ἐπιτηδεύεσθαι ἐξανυσθέντος, ἤ ἐξανυσθῆναι δόξαντος.
ΛΑ (31). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΟΥΚ ΕΝ ΧΕΙΡΟΠΟΙΗΤΟΙΣ ΝΑΟΙΣ Ο ΘΕΟΣ ΚΑΤΟΙΚΕΙ". 31. ΕΡΩΤΗΣΙΣ ΛΑ' Εἰ οὐκ ἐν χειροποιήτοις ναοῖς ὁ Θεὸς κατοικεῖ, πῶς κατῴκει ἐν τῷ ναῷ τῶν
Ἰουδαίων; Ἀπόκρισις. Ὁ τῆς ἀναλογίας σοφῶς τῶν προνοουμένων φροντίζων Θεός, πρότερον διὰ
τῶν τύπων συμφυῶς τοῖς δι᾽ αἰσθήσεως οἰκονομουμένοις πρὸς τὴν ἀλήθειαν ποδηγῶν, πᾶσιν ἑαυτὸν τοῖς δοθεῖσι τῷ παλαιῷ λαῷ τύποις ἀφανῶς ἐγκατέμιξεν, ἐνεργῶν τὴν τῶν παιδαγωγουμένων ἀνάβασιν. Ὤικει τοίνυν ἐν τῷ ναῷ τῶν Ἰουδαίων ὁ Θεὸς τυπικῶς ἀλλ᾽ οὐκ ἀληθῶς, περιγράφων τῇ τοιᾷδε κατὰ τὸν ναὸν οἰκήσει πάσης τῆς μυσταγωγουμένης τῶν (14Β_214> προνοουμένων παιδαγωγίας τὴν ἄρρητον βουλήν. Ἐπιτηδειότατος γὰρ πρὸς κατοικητήριον Θεοῦ μόνος ὁ καθαρὸς ὑπάρχει νοῦς· δι᾽ ὃν τὸν τυπικὸν οἰκοδομηθῆναι ναὸν συνεχώρησε, διὰ τῶν ἄγαν παχυτέρων συμβόλων τὸν πολὺ πλέον τῶν ἀναισθήτων τύπων παχυνθέντα νοῦν τῶν Ἰουδαίων ἀνασπάσαι τῆς ὕλης βουλόμενος, συνιδόντα τὸ πρὸς κατοίκησιν Θεοῦ ἀνεπιτήδειον ἐκ τοῦ προσύλου καὶ ἀπεμφαίνοντος, κἀκ τούτου τῆς τῶν προσόντων αὐτῷ φυσικῶς γενέσθαι διόλου συναισθήσεως. Ὅπερ μὴ διαγνοὺς ὁ μόνον τὸν κατ᾽ εὐσέβειαν τῦφον ἐξ ὑπερηφανίας διατρέφειν εἰδὼς Ἰουδαῖος καὶ τοῦ τύπου καλῶς ἐστερήθη καὶ τῆς ἀληθείας ἑαυτὸν κακῶς ἀπεξένωσεν.
ΣΧΟΛΙΟΝ 1. Οὐκ ἔστι, φησί, πρέπον οἰκοδομεῖσθαι ναὸν τῷ Θεῷ ἐκ δωματικῆς ὕλης καὶ
ψυχῆς σαρκικῆς. Ταῦτα γὰρ σύμβολα παχύτερά εἰσι καὶ ἀνεπιτήδεια τῷ Θεῷ· διὸ δεῖ οἰκοδομεῖσθαι Αὐτῷ ναὸν ἐξ ἐπιτηδείων καὶ πρεπόντων τῇ φύσει Αὐτοῦ στοιχείων.
2. Ὁ μόνην τῆς γνώσεως τήν μορφήν, ὅπερ ἐστίν ὁ ψιλός λόγος· καί ὁ τήν εἰκόνα τῆς ἀρετῆς, ὅπερ ἐστί, τό ψιλόν ἦθος ἐπιτηδεύων, Ἰουδαῖός ἐστι, φησί, καί αὐτός ἀληθείας τύποις φυσιούμενος.
ΛΒ (32). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΑΡΑ ΨΗΛΑΦΗΣΑΙΕΝ ΚΑΙ ΕΥΡΟΙΕΝ ΘΕΟΝ". 32. ΕΡΩΤΗΣΙΣ ΛΒ' Τί ἐστιν εἰ ἄρα ψηλαφήσαιεν καὶ εὕροιεν Θεόν; Πῶς τις ψηλαφῶν εὑρίσκει
Θεόν; Ἀπόκρισις. Ὁ πᾶσαν τὴν φαινομένην τοῦ νόμου σωματικὴν λατρείαν μὴ κατ᾽ αἴσθησιν
ὁρῶν, ἀλλὰ ταῖς κατὰ νοῦν ἐφόδοις ἕκαστον (14Β_216> τῶν ὁρωμένων συμβόλων διασκοπήσας, τὸν ἐν ἑκάστῳ κεκρυμμένον θεοτελῆ λόγον ἐκδιδασκόμενος, ἐν τῷ λόγῳ τὸν Θεὸν εὑρίσκει, καλῶς ψηλαφῶν διὰ τῆς νοερᾶς δυνάμεως ὡς ἐν φορυτῷ τῇ ὕλῃ τῶν νομικῶν διατάξεων εἴ που κεκρυμμένον εὕροι τῇ σαρκὶ τοῦ νόμου τὸν