1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

50

γένοιτο πάντας ἡμᾶς ἐπιτυ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1412

ΤΟΜΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. "Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, τοῦ βασιλέως Χαλδαίων,

∆ανιὴλ ἐνύπνιον εἶδε, καὶ ἡ ὅρασις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐν ύπνιον ἔγραψε." Μέχρι μὲν τούτων τῶν λόγων ὁ μακάριος ∆ανιὴλ ἱστορικώτερον τὴν προφητείαν συνέγραψε. Πρῶτον μὲν γὰρ εὐθὺς ἀρξάμενος τὰ συμβεβηκότα αὐτοῖς δορυαλώτοις γεγενημένοις ἐδί δαξε· προστέθεικε δὲ καὶ ὅσης παρὰ τοῦ Θεοῦ τῶν ὅλων κηδεμονίας ἀπήλαυσαν. Ἔπειτα διηγήσατο, ἡλίκας ὁ Ναβουχοδονόσορ τῆς ὠμότητός τε καὶ ἀλα ζονείας ἔδωκε δίκας· μετὰ ταῦτα οἵαν ὁ Βαλτάσαρ ἔτισε τιμωρίαν τῶν ἱερῶν καταφρονήσας σκευῶν. Τούτου δὲ θείᾳ πληγῇ καταλυθέντος, καὶ εἰς Μήδους τῆς βασιλείας μετατεθείσης, τὰ καθ' ἑαυτὸν καὶ τὸν ∆αρεῖον συνέγραψε, διδάξας, ὅπως μὲν ἐκεῖνος περὶ αὐτὸν διετέθη, οἵας δὲ αὐτὸς ὑπομείνας ἐπιβουλὰς ὑπό τε τῶν στρατηγῶν καὶ τῶν σατραπῶν, τῆς θείας ἔτυχεν ἀντιλήψεως. Ταῦτα οἱονεὶ συγγραφικῶς διηγησάμενος, ἄρχεται λοιπὸν διδάσκειν, ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχθη προῤῥήσεις. Καὶ πρῶτον μὲν τίθησι τὴν τῶν τεττάρων θηρίων ἀποκάλυψιν, σφόδρα ἐοικυῖαν τῷ τοῦ Ναβουχοδονόσορ ἐνυπνίῳ. Καὶ γὰρ ἐκεῖνος ἐν εἰκόνι μιᾷ τέτταρας ἐθεάσατο ὕλας, καὶ οὗτος ἀπὸ θαλάττης μιᾶς τέτταρα ἀνιόντα θηρία. Ἀλλ' ἵνα μὴ δὶς τὰ αὐτὰ λέγειν ἀναγκα σθῶμεν, τῆς κατὰ μέρος ἑρμηνείας ἀρξώμεθα· σα φέστερον γὰρ ἐκεῖθεν τοῦτο δειχθήσεται. "Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ∆α νιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ." Τουτέστι, καθεύδων τήνδε τὴν ἀποκάλυψιν ἐθεάσατο· ἐπειδὴ γὰρ μέλλει καὶ ἃ μεθ' ἡμέραν εἶδε συγγράφειν, εἰκότως ἡμᾶς διδάσκει, τίνα μὲν ὄναρ εἶδε, τίνα δὲ ὕπαρ. "Καὶ τὸ ἐνύπνιον, φησὶν, ἔγραψεν." Οὐ γὰρ ἠνέσχετο κρύψαι τὰ θεόθεν αὐτῷ δειχθέντα, ἀλλ' εἰς ὠφέλειαν ἁπάν των συνέγραψεν. "Ἀρχὴ λόγων αὐτοῦ. Καὶ ἀπο κριθεὶς εἶπε." Τουτέστιν, ἤρξατο τῆς διηγήσεως οὕτως· βʹ, γʹ. "Καὶ ἐγὼ ∆ανιὴλ ἐθεώρουν ἐν ὁράσει μου τῆς νυκτὸς, καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην. Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσ σης, διαφέροντα ἀλλήλων." Ὁ μὲν οὖν Ναβουχοδονό 81.1413 σορ εἰκόνα βλέπει, διδασκόμενος τῶν παρόντων πραγμάτων τὸ μάταιον, καὶ ὅτι σχήματα μᾶλλόν εἰσιν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλ' οὐ πράγ ματα· οὐδὲν γὰρ αὐτῶν μόνιμον, οὐδὲ βέβαιον, ἀλλὰ πάντα διαῤῥεῖ καὶ φθείρεται καὶ μαραίνεται· ὁ δὲ μακάριος ∆ανιὴλ θάλασσαν βλέπει, τοῦ παρόντος βίου τὰ κύματα διδασκόμενος. Ἐπειδὴ γὰρ τὴν ξέ νην ἰδεῖν ἠναγκάζετο δορυάλωτος γενόμενος, ἀναγκαίως τοῦ βίου τὸν κλύδωνα καὶ χειμῶνα διδά σκεται. Καὶ ὁ μὲν βασιλεὺς, ὡς μέγα φρονῶν "ἐπὶ χρυσῷ καὶ ἀργύρῳ, καὶ χαλκῷ, καὶ σιδήρῳ," διὰ τούτων λαμβάνει τὰ τῶν βασιλειῶν αἰνίγματα, καὶ τὰς τῶν βασιλέων μανθάνει διαδοχὰς, καὶ διδά σκεται μὴ μεγάλα φρονεῖν ἐπὶ τῇ βασιλείᾳ ὀξύῤ ῥοπον ἐχούσῃ μεταβολήν. Ὁ δὲ προφήτης, ἅτε δὴ τῶν ὑλῶν ἐκείνων καταφρονῶν, "τέσσαρα θηρία" βλέπει, διδασκόμενος, ὡς αἱ φοβεραὶ αὗται βασιλεῖαι, αἱ πάντας ἀνθρώπους δεδιττόμεναι, τέλος λήψον ται καὶ αὗται, μία δὲ μόνη ἡ ἀτελεύτητος μένει βασιλεία, ἣν τοῖς ἁγίοις ηὐτρέπισεν ὁ τῶν ἁγίων Θεός. Θάλατταν τοίνυν καλεῖ τὸν βίον, ἅτε δὴ μυ ρίας ἔχοντα τρικυμίας, ἀνέμους δὲ ταύτῃ προσβάλ λοντας, τὰς τῶν πραγμάτων μεταβολάς. Καθάπερ γὰρ νότου μὲν πνέοντος ἐπὶ τὸ ἀρκτῷον μέρος δια τρέχει τὰ κύματα, βορέου δὲ κινοῦντος τὴν θάλασσαν, πάλιν τὸ ῥόθιον ἐπὶ τὸ νότιον μέρος ὠθεῖται· οὕ τως, ἡνίκα μὲν Ἀσσύριοι κατεῖχον τῆς οἰκουμένης τοὺς οἴακας, πρὸς