50
τὴν Θάλλου ἱστορίαν ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου ἔτεσι τκβ. ὅτι δὲ πρός που ἔτεσι " ἢ καὶ α προάγει ὁ Μωσῆς τῆς τοῦ Ἰλίου ἁλώσεως, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τοῦ δὲ Κρόνου καὶ τοῦ Βήλου συνακμασάντων ὁμόσε, οἱ πλείους οὐκ ἐπίστανται τίς ἐστιν ὁ Κρόνος ἢ τίς ὁ Βῆλος. ἔνιοι μὲν σέβονται τὸν Κρόνον καὶ τοῦτον αὐτὸν ὀνομάζουσι Βὴλ καὶ Βάλ, μάλιστα οἱ οἰκοῦντες τὰ ἀνατολικὰ κλίματα, μὴ γινώσκοντες μήτε τίς ἐστιν ὁ Κρόνος μήτε τίς ἐστιν ὁ Βῆλος. παρὰ δὲ Ῥωμαίοις Σατοῦρνος ὀνομάζεται· οὐδὲ γὰρ αὐτοὶ γινώσκουσιν τίς ἐστιν αὐτῶν, πότερον ὁ Κρόνος ἢ ὁ Βῆλος. Ἡ μὲν οὖν ἀρχὴ τῶν ὀλυμπιάδων ἀπὸ Eἰφίτου, φασίν, ἔσχηκεν τὴν θρησκείαν, κατὰ δέ τινας ἀπὸ Aἵμονος, ὃς καὶ Ἠλεῖος ἐπεκλήθη. ὁ μὲν οὖν ἀριθμὸς τῶν ἐτῶν καὶ ὀλυμπιάδων ὡς ἔχει τὴν τάξιν, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τῆς μὲν οὖν ἀρχαιότητος τῶν παρ' ἡμῖν πραγμάτων καὶ τῶν χρόνων τὸν πάντα ἀριθμὸν κατὰ τὸ δύνατον οἶμαι τὰ νῦν ἀκριβῶς εἰρῆσθαι. εἰ γὰρ καὶ ἔλαθεν ἡμᾶς χρόνος, εἰ τύχοι εἰπεῖν ἔτη ν ἢ ρ ἢ καὶ ς, οὐ μέντοι μυριάδες ἢ χιλιάδες ἐτῶν, καθὼς προειρήκασιν Πλάτων καὶ Ἀπολλώνιος καὶ οἱ λοιποὶ ψευδῶς ἀναγράψαντες. ὅπερ ἡμεῖς τὸ ἀκρι- βὲς ἴσως ἀγνοοῦμεν, ἁπάντων τῶν ἐτῶν τὸν ἀριθμόν, διὰ τὸ μὴ ἀνα- γεγράφθαι ἐν ταῖς ἱεραῖς βίβλοις τοὺς ἐπιτρέχοντας μῆνας καὶ ἡμέρας. Ἔτι δὲ περὶ ὧν φαμεν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσοφήσας καὶ μηνύσας Ἕλλησιν τὰ χαλδαϊκὰ γράμ- ματα, ὃς ἀκολούθως τινὰ εἴρηκεν τῷ Μωσεῖ περί τε κατακλυσμοῦ καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. ἔτι μὴν καὶ τοῖς προφήταις Ἰερεμίᾳ καὶ ∆ανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκεν· τὰ γὰρ συμβάντα τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ναβο- παλάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδόνοσορ. μέμνη- ται καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως, καὶ ὅτι, Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, ∆αρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη. Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται, πρῶτον μὲν διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσιν φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρὰ Aἰγυπτίων, ἄλλοι δ' αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον καὶ πταίουσιν περὶ θεοῦ μὴ ποιού- μενοι τὴν μνείαν ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. οὕτως μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου καὶ τῶν λοιπῶν ποιητῶν φιλοτίμως μέμνηνται, τῆς δὲ τοῦ ἀφθάρτου καὶ μόνου θεοῦ δόξης οὐ μόνον ἐπελάθοντο ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν καὶ τὸ καθ' ἡμέραν διώκουσιν. οὐ μὴν ἀλλὰ καὶ τοῖς εὐφώνως ὑβρίζουσι τὸν θεὸν ἆθλα καὶ τιμὰς τιθέασιν, τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσιν. διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν οὐχ εὗρον.