οἱ σοφοὶ ἀπεκτείνοντο· καὶ ἐζήτησαν ∆ανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν. τότε ∆ανιὴλ ἀπε234 κρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀνελεῖν τοὺς σοφοὺς Βαβυλῶνος, καὶ ἐπυνθάνετο αὐτοῦ λέγων, Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ τὸ ῥῆμα Ἀριὼχ τῷ ∆ανιήλ· καὶ ∆ανιὴλ ἠξίωσεν ὅπως χρόνον δῷ αὐτῷ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλῃ τῷ βασιλεῖ. καὶ εἰσῆλθε ∆ανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τᾷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισε. καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται ∆ανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος. τότε τῷ ∆ανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη, καὶ εὐλόγησε τὸν θεὸν τοῦ οὐρανοῦ ∆ανιήλ, καὶ εἶπεν, Εἴη τὸ ὄνομα τοῦ κυρίου εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σύνεσις καὶ ἡ σοφία αὐτοῦ ἐστιν, καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν. καὶ αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. σοὶ ὁ θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ· καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι. καὶ ἦλθε ∆ανιὴλ πρὸς Ἀριώχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος· καὶ εἶπεν αὐτῷ, Τοὺς 235 σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς· εἰσάγαγέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ. τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν ∆ανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ, Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀπαγγελεῖ. καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε τῷ ∆ανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ; καὶ ἀπεκρίθη ∆ανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπε, Τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ οὐκ ἔστιν σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν, ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ' ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια. καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτο ἔστιν. σὺ βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν, τί δεῖ γενέσθαι μετὰ ταῦτα. καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δεῖ γενέσθαι· καὶ ἐμοὶ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα μὴ τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς. σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία μεγάλη, καὶ ἡ εἰκὼν ἐκείνη ἡ πρόσοψις αὐτῆς ὑπερφερής ἐστιν πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. εἰκών, ἧς ἡ κεφαλὴ ἐκ χρυσίου καθαροῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἄργυρος, ἡ κοι236 λία καὶ οἱ μηροὶ χαλκοῖ καὶ αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον. ἐθεώρεις ἕως ἀπετμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐστήριξεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ ηὑρέθη αὐτοῖς, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη εἰς ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν. τοῦτό ἐστιν τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ἐν ᾧ κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ καὶ ἰχθύας θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ