1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

51

δέσμιος. Τότε τοίνυν μαθὼν καὶ ὡς εἰκὸς δείσας, εἰ μένων μὲν κινδυνεύοι, δεινὸν ἡγεῖτο καὶ λίαν ἐλεεινόν, τὸ δ' αὐτομολεῖν αὖθις πρὸς ἀλλοτρίους σωτήριον μέν, ἀλλ' ἐπίμωμον ἔκρινε. Τέως δὲ δυοῖν νομιζομένοιν κακοῖν, τοῦ φόβου προστεθέντος, αἱρεῖται τοὔλαττον. Καὶ δὴ ἐκ πολλῶν, ὡς εἶχε, προμηθευ σάμενος τὸ ἀφώρατον, παραλαβὼν καί τινας τῶν οἰκείων καὶ τὸν ποταμὸν περαιωθεὶς Σάγγαριν, τὴν εὐθὺ Περσίδος ἀνὰ κράτος ἵεται καὶ τῷ σουλτὰν 45 προσχωρεῖ. Ὁ δ' ἀσμένως δέχεται τοῦτον καὶ τιμᾷ τοῖς προσήκουσι. Τέως δέ γε κἀν τῇ ἀλλοδαπῇ σημαίαις βασιλικαῖς παραταξάμενος σὺν ἐκείνοις, κατὰ τῶν ἐχθρῶν τοῦ σουλτὰν ἀριστεύει, τὸν βασιλέα, εἴ που ἀκούσοι, ἐντεῦθεν ἐκμειλισσόμενος. Εἶτα μεταμεληθεὶς οἷον καὶ παλινδρομεῖν προαιρούμενος, τῷ τηνικάδε Ἰκονίου προσέρχεται καί οἱ μεσίτῃ χρᾶται πρὸς βασιλέα, εἴ πως, τὰ πιστὰ γράμμασι δόντος ἐκείνου ἦ μὴν τὴν ὀργὴν καθαρῶς ἀνασχεῖν, αὐτῷ καὶ πάλιν ἐπανελθεῖν γένοιτο. Τοῦ δ' ἱεράρχου γράμμασι σχεδιάσαντος τὴν πρεσβείαν, ὁ κρατῶν κατένευσε τὴν συμπάθειαν, καὶ βασιλικαῖς συλλαβαῖς ἐπ' ἀσφαλείᾳ τοῦ μή τι παθεῖν ἀνήκεστον ἐξ ὀργῆς ἐπάνεισιν· ὁ δὲ καὶ δέχεται τοῦτον πρόφρων ταπεινωθέντα καὶ ἀγκαλίζεται προσιόντα καὶ ὁμολογοῦντα ὡς ἑαυτῷ σύνοιδε πταίσας ἀσύγγνω στα συμπαθεῖ, καὶ ἐπὶ τῆς προτέρας ἔχων τιμῆς.

ιʹ. Ὅπως ἐπανελθὼν ὁ Παλαιολόγος καὶ δεχθεὶς στέλλεται στρατηγὸς ἐν τοῖς κατὰ τὴν δύσιν. Ἐπεὶ καὶ τῆς κατὰ δύσιν Ἐπιδάμνου κατειλημμένης πρὸς τῶν ἡμετέρων, ἠγγέλλετο τὸ συμβάν, καὶ τοῖς ἐκεῖσε ἔδει μὲν ἀρχιερέως, ἔδει δ' ἡγεμόνος καὶ στρατιώτιδος τάξεως, ἀρχιερέως ἐπικηρυχθέντος τοῦ Χαλκούτζη, ὃς καὶ τὴν τοῦ μεγάλου σκευοφύλακος ἐπὶ τῆς μεγάλης ἐκκλησίας εἶχε τιμήν, τούτῳ συνεκπέμπει κἀκεῖνον ἡγεμονεύσοντα τῶν ἐκεῖ, προστάξας συμπράτ τειν τὸ δόξαν καὶ ἄλλοις μὲν ἀρχηγοῖς τοῖς ἐκεῖ, μάλιστα δέ γε τῷ ἱερεῖ. Ὡς γοῦν Θετταλίας διὰ ταχέων ἐπέβησαν καὶ ἤδη πρὸς τῷ περαιοῦσθαι τὸν ποταμὸν Βαρδάριον ἦσαν, περαιοῦται μὲν ὁ ἡγεμὼν σὺν ταῖς τάξεσι πρότερον, 47 εὑρίσκει δὲ τὰ τῇδε συγκεχυμένα καὶ πρὸς ἀπιστίαν κλίναντα, ὅτε καὶ ὁ τοῦ δεσπότου Μιχαὴλ ἐκ νοθείας σκότιος παῖς Μανουήλ, τυχὼν ἐκεῖσε σὺν ἱκανῷ στρατεύματι καὶ συμπλακεὶς τῷ πολέμῳ, τὰ πρῶτα μέν, ὁμόσε χωρήσας τῷ ἡγεμόνι, τῷ κοντῷ συνωθεῖ καὶ ῥιπτεῖ, ἔπειτα δέ, συστάντος καὶ ἐπικαθεσθέντος τῷ ἵππῳ, παρ' ἐκείνου καιρίαν βάλλεται, μὴ λαβὼν ἴσην.

ιαʹ. Ὅπως ἀποστέλλεται Χαδηνὸς ἀναγαγεῖν αὐτὸν σιδηρόδετον. Ἀλλὰ τοῦ ∆υρραχίου πρὸς Θεσσαλονίκην ὑποστραφέντος διὰ τὴν σύγχυσιν κἀκείνου ὡς εἰκὸς διαπονουμένου, ἐφ' ᾧ συσταλείη τὸ ἀνθιστάμενον, φήμη προτρέχει τὸν τῶν βασιλικῶν ἵππων κόμητα Χαδηνὸν ὅσον οὐκ ἤδη καταλαμβάνειν Θεσσαλονίκην ἀγγέλλουσα, οὐκ ἄλλου χάριν ἢ τοῦ τὸν Παλαιολόγον καθέξοντα ὡς βασιλέα δέσμιον ἐνεγκεῖν· καὶ ὅςἔφθασε γὰρ διατρίβων ἐν Θεσσαλονίκῃ τῷ τηνικάδε, ἀκούσας τὸ φημιζόμενον, δεινὰ ἐποίει καὶ στρέφων ἦν ἐπὶ λογισμῶν τί ποτε ἄρα τῷ βασιλεῖ δόξαν, ὡς ἑαυτὸν οὐχ ὡς ἔπεμψεν ἐπανάγει, ἀλλὰ τιμῇ προπέμψας ἐπανελθεῖν ἀναγκά ζειν θέλει μετ' ἀτιμίας καί, ὃν συμπαθείας ἠξίου διὰ γραμμάτων καὶ οὕτω καθαρῶς ἀμνημονεῖν ἐῴκει τῶν πεπραγμένων, ὡς καὶ ἡγεμονίας ἀξιοῦν μεγίστης, τοῦτον, τὰς συνθήκας ἀναλαμβάνων, ὡς ἐφ' ὁμολογουμέναις καθοσιώσεσι κατακρίνει. Ὅμως οὐκ ἔχων ὅποι τῶν λογισμῶν καὶ τῶν ὁδῶν τράποιτο, ἐπὶ Θεὸν καταφεύγειν ἔγνω· κοινοῦταί τε τῷ ∆υρραχίου τὰ κατὰ γνώμην καί οἱ τῆς πρὸς τὸ θεῖον ἱκετείας συνάρασθαι δέεται. Εὐθὺς τοίνυνἐδόκει γὰρ αὐτόθεν καὶ τὸ πρᾶγμα θεοφιλέςἐπὶ τῆς τοῦ Ἀκαπνίου μονῆς ὑμνολογεῖται παράκλησις νυκτὸς ἀφ' ἑσπέρας, τῆς ἐπιγενησομένης ἡμέρας ἐν νῷ θέντος τοῦ ἀρχιερέως τὴν ἱερὰν τελέσαι μυσταγωγίαν. Ὡς γοῦν ἐπέφωσκεν ἡ ἡμέρα καὶ τὰς νομιζομένας ὥρας διελθεῖν ἔμελλεν ὁ ἀρχιερεύς, ἐφ' ᾧ λειτουργήσειε, σιγὴν μὲν ἐπισκήπτει τοῖς ἔξωθεν, αὐτὸς