τὴν σοφίαν, βασιλεύεταί τε ὑπ' αὐτοῦ, διὰ τοῦτό φησιν· «Εὑρήκαμεν τὸν Μεσσίαν». Αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἂν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγον εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομένου. 2.36.222 Καρπὸν δὲ εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ Χριστῷ, ᾧ Σίμωνι ἐχαρίσατο ὁ Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῷ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιό τητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι Πέτρος. 2.37.223 Ἀλλ' ἐρεῖ τις, τί δήποτε προκει μένου διηγήσασθαι τὸ «οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός» πάντα ταῦτα διεξεληλύ θαμεν; Λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν, γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἵνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ. 2.37.224 Καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἡ ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἦν, μαρτυροῦντος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. Καὶ τί γὰρ ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμ βάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνῄ σκων τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς ἐν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ Χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; Φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν ἡ Ἰωάννου μαρτυρία· «Εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω». 2.37.225 Οὔσης δὲ ἀρχῆς, ἐν ᾗ ὁ λόγος- ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν-, ὄντος δὲ καὶ τοῦ λόγου, γενομένης τε ἐν τούτῳ ζωῆς, τῆς τε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε ὁ γενόμενος «ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ᾧ ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός». 2.37.226 ∆ιὰ τί γοῦν οὐχ «ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς», ἢ «ἵνα μαρτυ ρήσῃ περὶ τοῦ λόγου», ἢ «περὶ τῆς ἀρχῆς», ἢ ὁποιασδήποτε ἄλλης ἐπινοίας τοῦ Χριστοῦ; Ἐπίσκεψαι δὲ εἰ μή, <ἐπεὶ> «ὁ λαὸς ὁ καθήμενος ἐν σκότῳ φῶς εἶδε μέγα», καὶ ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει» μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, οἱ ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, τοῦτ' ἔστιν οἱ ἄνθρωποι. 2.37.227 Εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων «ἐν τῇ σκοτίᾳ φαίνει», ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, ἑτέρων ἐπινοιῶν τοῦ Χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. Πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὧν ἡ ζωὴ «κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ»; Ὅταν γὰρ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ. 2.37.228 Οὐχ οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ἀλλ' οὐδὲ ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγον· ἐπὶ γῆς γὰρ «ὁ λόγος σὰρξ ἐγένετο». Καὶ ἦν ἂν μαρτυρία, εἰ καὶ ἐδόκει γίνεσθαι περὶ τοῦ λόγου, κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου. 2.37.229 Πῶς δὲ μαρτυρία ἐδύνατο γίνεσθαι περὶ τῆς σοφίας τοῖς, κἂν δοκῶσιν ἐγνωκέναι, οὐ τὸ καθαρῶς ἀληθὲς κατανοοῦσιν ἀλλὰ βλέπουσι «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι»; Εἰκὸς μέντοι γε πρὸ τῆς δευτέρας καὶ θειοτέρας Χριστοῦ ἐπιδημίας ἐλεύσεσθαι μαρτυρήσοντα τὸν Ἰωάννην ἢ Ἠλίαν περὶ ζωῆς πρὸ ὀλίγου τοῦ Χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειν τε τὸ περὶ τῆς σοφίας μαρτύριον. Βασάνου δὲ δεῖται, εἰ ἔνεστιν οἷον ἡ Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ Χριστοῦ ἐπινοιῶν. Ταῦτα μὲν εἰς τὸ «οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυ ρήσῃ περὶ τοῦ φωτός». Ἑξῆς δὲ ἐπισκεπτέον,