ηρμοττεν αὐτῷ λέγειν· Τὰ ῥήμα τα τοῦ στόματός μου. Οὐ γὰρ οἰκεῖα, τὰ δὲ πρὸς τοῦ Πνεύματος προέφερε ῥήματα. ̔Ο μὲν ουν λέγων σωτήρ ἐστι, νόμος δὲ αὐτοῦ τὸ εὐαγγέλιον, καὶ λαὸς οἱ χριστιανοί. Τά χα δὲ εἰ μὴ Ματθαῖος ειπεν οτι ἐκ προσώ που τοῦ Σωτῆρός ἐστιν ὁ ψαλμὸς, οὐκ αν ἐτόλμησα, διὰ τό· Οσα ἠκούσαμεν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα ἀναγαγεῖν τὰ γεγραμ μένα. Νῦν δὲ σώζω, καὶ οτι ὁ Σωτὴρ ὁ λέ γων ἐστὶ, καὶ οτι οὐ δι' ολου τοῦ ψαλμοῦ λέγει ὁ Σωτήρ. Ταῦτα μὲν εἰς τὸ καθάραι τὸ λέγειν πρό σωπον, κατὰ λέξιν δὲ ἀκούσωμεν. Προσέχετε κτλ. Νόμου οντος τοῦ κατὰ Μωσέα, ευχεται τὸ ἐν τῷ προφήτῃ Πνεῦμα ἐν τῷ Θʹ ψαλμῷ, οπως ἀναστήσῃ τοῖς εθνεσι νομοθέτην, καὶ διαθήσεται διαθήκην καινὴν, κατὰ ̔Ιερεμίαν, καὶ ἀλλαχόσε λέγει· ∆ώσω αὐτοῖς καρδίαν ἑτέραν τοῦ φοβεῖσθαί με, καὶ ὁδὸν ἑτέραν. Ηλθεν ουν ὁ Σωτὴρ, καὶ λέγει Χριστιανοῖς, τῷ λαῷ αὐτοῦ, τῷ ἐξ ἐ θνῶν· Προσέχετε, λαός μου, τῷ ἐμῷ νόμῳ, τῷ εὐαγγελικῷ, περὶ ου ειρηται· ̓Εκ Σιὼν ἐξελεύσεται νόμος, ἀλλὰ μὴ ὁ τοῦ Μωσέως. μηκέτι σαββατίζετε, μὴ πάλιν αζυμα ποιή σητε, μηκέτι κατὰ τὰ πρῶτα καὶ παλαιὰ πορεύεσθε. ̓Ιδοὺ, γέγονε τὰ πάντα καινὰ, τὰ ἀρχαῖα παρῆλθον. Οτι δὲ λαὸς Χρι στοῦ τὰ εθνη, Ζαχαρίας φησί· Καταφεύξον ται εθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ εσονται αὐτῷ εἰς λαόν. 77.2 ̓Ανοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς. Καὶ ἐν τῷ εὐαγγελίῳ πρῶτον ἀπὸ τοῦ νόμου αρχεται ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ειτα λέγει τὰς παρα βολάς. ∆εῖ δὲ καὶ ἡμᾶς πρῶτον τῷ νόμῳ ἐπιμελῶς ἐμμελετῆσαι, καὶ μετὰ τὴν κατόρ θωσιν τῶν ἐθῶν ἐλθεῖν ἐπὶ τὴν θεολογίαν, ητοι τὰ τοῦ στόματος ῥήματα· οὐκ αἰσθη τῶς δὲ πάρεστι Χριστὸς, τὸ ῥῆμα λαλῶν, ινα κλίναντες τοῦτο τὸ ους πληρώσωμεν τὴν ἐντολὴν, ἀλλ' εστιν αλλο τι ἐν ἡμῖν ους, περὶ ου λέγει ὁ Σωτήρ· ̔Ο εχων ωτα ἀκούειν, ἀκουέτω. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγ μάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων· η λόγος ἀπό τινος οὐ κύριον μὲν ἐμφορῶν τῷ κυρίῳ, ἐπὶ δὲ τὸ ἀληθὲς καὶ κύριον αγων τὸν συνιέντα· η λέξις δι' ἑ τέρων τὰ κυρίως δηλούμενα μετ' ἐνεργείας παριστάνουσα. 77.3-6 Οσα ἠκούσαμεν καὶ εγνωμεν αὐ τὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γε νεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ α ἐποίησε. Καὶ ἀνέστησε μαρτύριον ἐν ̓Ιακὼβ, καὶ νόμον εθετο ἐν ̓Ισραὴλ, ον ἐτείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, οπως αν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ινα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ερ γων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζη τήτωσιν, ινα μὴ γένωνται ὡς οἱ πατέρες αὐ τῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ητις οὐ κατηύθυνε ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τὸ ἑξῆς οἱ πατέρες ἡμῶν διηγήσαντο ἡ μῖν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυ ρίου. Τὰ μὲν ουν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου τοῦ Χριστοῦ, τὰ δὲ προκείμενα λέλεκται μὲν ἐκ τοῦ αὐτοῦ· συμπαραλαμ βάνει δὲ καὶ ετερα πρόσωπα, ὑποκαταβὰς τῆς αὐτοῦ θεότητος, καὶ ἀνθρωπίνως φθεγ γόμενος. Οἱ δὲ συμπαραλαμβανόμενοι εἰσὶν οἱ κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ μαθηταί. ∆ιὸ πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖ ρας. Οτε μὲν γὰρ οἰκεῖον νόμον αὐτοῖς προ ϋβάλετο, σὺν αὐθεντίᾳ βασιλικῇ ἐξ ἑνὸς προ σώπου προεφέρετο τὴν ἐπαγγελίαν. Νῦν δὲ οτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνει τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον, καὶ ἠκούσαμεν, ειπε, διὰ τὸ πρόσλημμα, καὶ εγνωμεν, ἀντὶ τοῦ ἐβεβαιώθημεν περὶ αὐτῶν, καὶ ἐπληροφορήθημεν, τῶν πατέρων ἡμῖν διηγησαμένων, Μωσέως, φημὶ, καὶ τῶν προ φητῶν. Τούτων γὰρ υἱὸς ὁ Χριστὸς διὰ τῆς μητρός. Τάχα δὲ καὶ οἱ μαθηταὶ ἀποκρίνοντες καί φασιν· Οσα ἠκούσαμεν καὶ εγνωμεν, καὶ τὰ ἑξῆς. Οὐ πάντων δέ