ψαλλέτω. Φησὶ γάρ· «Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω.» Ἕξω καὶ εἰς τὸν ἑξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐερ γεσίας τὸ μέγεθος. ΨΑΛΜΟΣ ΙΓʹ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία. Ἀπὸ διαθέσεως καρδιακῆς εἰπόντες μὴ εἶναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης ἀκαθαρσίας ἀνάπλεων. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κ. τ. ἑ. Οἱ λέγοντες· «∆οῦλοι ἀχρεῖοί ἐσμεν,» δυνάμει λέ γουσιν, Ἠχρειώθημεν. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀπο στρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.» Εἰ δὲ ἐκ Σιὼν ἔρ χεται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. Οὐ τὴν γενομένην σωτηρίαν τοῖς ἐπὶ Ἐζεχίου μόνον προσαγορεύει, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρό νοις γενομένην ἐκεῖθεν τοῦ Σωτῆρος ἡμῶν σωτήριον ἐπιφάνειαν. Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρ τίας καὶ σῶσαι. «Ἐκ Σιὼν» δὲ, ὅτι ἐκ σπέρματος Ἰσραὴλ, καὶ ὅτι ἐκ Σιὼν ἥξει ὁ ἐρχόμενος, ὡς γέ γραπται. «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλω σίαν τοῦ λαοῦ αὐτοῦ.» Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκού σιος μετάβασις. «Ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνω στικῆς θεωρίας καταξιωθείς. Τοῦ αὐτοῦ. Μυρίων ἐπὶ τῆς οἰκουμένης κυ 12.1208 ριευόντων κακῶν, τοῦ μόνου τὴν βοήθειαν ἐνεγκεῖν δυναμένου συναισθόμενον τὸ Πνεῦμα τὸ ἅγιόν φησι· «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» οὐ γὰρ Μωϋσῆς, οὐκ Ἠλίας, οὐχ Ἡσαΐας, οὐχ οἱ λοιποὶ τῶν προφητῶν ἐδεδώκεισαν· πάντα τοῦ νόμου τὰ ἔργα πρὸς τοιοῦτόν τι ἦν ἀσθενῆ. Ἀναγκαίου δὲ ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμει, τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦ αὐτοῦ. Ἐν τοῖς τῆς Παλαιᾶς «τὸ σω τήριον» καλεῖσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διδασκόμεθα, καὶ κυρίως «τοῦ σωτηρίου» τῷ ὀνό ματι δι' ἐπαγγελίας τοῖς ἔθνεσιν ἀπήγγελται· φησὶ γὰρ ὁ Ἡσαΐας· «Καὶ ἀποκαλύψει Κύριος τὸν βρα χίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν.» Καὶ πάλιν ἐν Ψαλμοῖς εἴρηται· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐ τοῦ.» Καὶ πάλιν· «∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.» ΨΑΛΜΟΣ Ι∆ʹ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου, κ. τ. ἑ. «Πολλὰ παρῴκησεν ἡ ψυχή μου,» ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ, ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὄρος τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. Ὄρος ἅγιον τὴν Ἱερουσαλήμ φησιν. Οὕτω δὲ καὶ πυθό μενος δέχεται τὴν ἀπόκρισιν. Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιο σύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, κ. τ. ἑ. Τὸ, «πορευόμενος ἄμωμος,» ζηλώσεις νοήσας τὸ περὶ Ἀβραὰμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος. Καὶ ἡμῖν γὰρ τὰ αὐτὰ ἐν ταῖς Γραφαῖς ἐλάλησεν ἁγίαις, καὶ ἐὰν νοήσαντες ποιήσωμεν, ἠκούσαμεν Θεοῦ, καὶ ἐπορεύθημεν καθάπερ ἐλάλησεν ἡμῖν. «Καὶ ἐργα ζόμενος δικαιοσύνην.» Περικείμενος τούτῳ ἐρεῖς· Ἐργαζόμενος σωφροσύνην, ὁμοίως ἀνδρείαν, ὁμοίως φρόνησιν, ὁμοίως εὐσέβειαν, ὁμοίως σοφίαν, καὶ λοι πὰς ἀρετάς. Τοῦτο δέ ἐστι καὶ τὸ ἐργάζεσθαι τὴν ἑαυτοῦ γῆν, ἐπὶ τῷ πλησθῆναι ἄρτων. Κάϊν δὲ, δέον ἐργάζεσθαι δικαιοσύνην, ἤ τινα τῶν ἀρετῶν, ἢ τὴν ἑαυτοῦ γῆν, ὅδε εἰργάζετο τὴν γῆν οὐ τὴν ἑαυτοῦ. 12.1209 Τοῦ αὐτοῦ. Ὁ κατὰ τὸν ἐντὸς, φησὶν, ἄν θρωπον καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μετιών. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. Ὡς καὶ οἱ διάκονοι τοῦ Σατανᾶ, ὅτε