ἄρτους ἐν τῇ μηλωτῇ θερμούς· ἄλλοτε πάλιν οἶνον καὶ ἄρτους. Ἄλλοτε πάλιν λέγοντος ἔγνων ὅτι "Λείπῃ· ἀπελθὼν οὖν λαβὲ παρὰ τοῦδε σῖτον καὶ ἔλαιον". Ἐλθὼν οὖν ἐκεῖνος πρὸς ὃν αὐτὸς ἐπεπόμφει λέγει αὐτῷ· "Σὺ εἶ ὁ δεῖνα;" καὶ εἶπε· "Ναί. Ἐκέλευσέ σοί τις λαβεῖν τριάκοντα μοδίους σίτου καὶ δώδεκα ξέστας ἐλαίου". 71.4 "Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι" οἷος ἦν οὗτος· ὃν ἔγνων δακρύσαντα πολλάκις ἐπὶ ἀνδρῶν ἐν ἀνάγκῃ ἀπορουμένων πενίας καὶ πάντα ὅσα εἶχε παρέσχε τούτοις πλὴν τῆς σαρκός. Ἔγνων δὲ αὐτὸν κλαύσαντα καὶ ἐπὶ ἐκπεσόντος ἐν ἁμαρτίᾳ· ὃς τοῖς δάκρυσιν εἰς μετάνοιαν ἤγαγε τὸν ἐκπεσόντα. Οὗτός μοί ποτε διωμόσατο ὅτι· "Τοῦ θεοῦ ἐδεήθην μηδένα νύξαι, μάλιστα τῶν πλουσίων καὶ φαύλων, ἐπὶ τῷ δοῦναί μοί τι ἐν ταῖς χρείαις". 71.5 Ἐμοὶ δὲ τοῦτο ἀρκεῖ τὸ καταξιωθῆναι μνημονεύειν τούτων ἁπάντων ὧν γραφῇ παραδέδωκα. Οὐκ ἦν γὰρ ἀθεεὶ τὸ κινηθῆναί σου τὴν διάνοιαν εἰς τὸ ἐπιτάξαι τὴν συγγραφὴν τοῦ βιβλίου τούτου καὶ γραφῇ παραδοῦναι τοὺς βίους τῶν ἁγίων τούτων. Σὺ δέ γε, πιστότατε δοῦλε Χριστοῦ, ἡδέως αὐτοῖς ἐντυγχάνων ἱκανὴν ἀπόδειξιν τῆς ἀναστάσεως τοὺς βίους αὐτῶν καὶ τοὺς πόνους καὶ τὴν τοσαύτην ὑπομονὴν λαβών, ἕπου προθύμως, χρηστῇ τρεφόμενος ἐλπίδι, βραχυτέρας τὰς ἔμπροσθεν τῶν ὀπίσω ὁρῶν ἡμέρας. 71.6 Ὑπὲρ ἐμοῦ προσεύχου, σεαυτὸν δια τηρῶν οἷόν σε οἶδα ἀπὸ τῆς ὑπατείας Τατιανοῦ μέχρι τῆς σήμερον, καὶ οἷόν σε πάλιν εὗρον χειροτονηθέντα πραιπόσιτον τοῦ εὐσεβεστάτου κοιτῶνος. Ὃν γὰρ ἀξία τοιαύτη μετὰ χρημάτων καὶ ἐξουσία τοσαύτη τοῦ φόβου τοῦ θεοῦ οὐκ ἐποίησε χεῖρον, οὗτος ἀνάκειται τῷ Χριστῷ, τῷ ἀκούσαντι ὑπὸ τοῦ διαβόλου· "Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι".