1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

51

ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς," τουτέστιν ἐξ αὐτῆς τῆς βασιλικῆς ῥίζης· καὶ πάλιν τὸ αὐτὸ σημαίνων, "Καὶ δώσω ἀπὸ κεφαλῆς παραφυάδων αὐτῆς, ἐκ καρδίας κορυφῆς ἀποκνιῶ." Τοὺς μὲν οὖν αἰχμ αλώτους ὁ Βαβυλώνιος ἀπέκνισεν, ἣν δὲ ἀνέλαβε σάρκα αὐτὸς ἀπέκνισεν ὁ ∆εσπότης, ὡς προειρήκαμεν· ἑαυτῷ γὰρ τὸν ἀνθρώπινον ᾠκοδόμησε ναόν. "Καὶ καταφυτεύσω ἐπ' ὄρους ὑψηλοῦ ἐγὼ," οὐχ ὁ Βαβυ λώνιος· ὅρος δὲ ὑψηλὸν τὸ περιφανὲς τῆς Ἐκκλη σίας καλεῖ· οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας προεφήτευσαν· "Καὶ ἔσται, φησὶν, ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων," καὶ τὰ ἑξῆς. Οὕτω δείξας τὸ ἐπίσημον αὐτοῦ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν κηρυγμάτων, προλέγει καὶ τὸ πάθος· "Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει Ἰσραήλ." Αὐτοῦ γὰρ συγ χωρήσαντος, καὶ τὸ πάθος ἀπετελέσθη. Τοῦτο δὲ αὐτὸς ὁ Κύριος δῆλον πεποίηκε τῷ Πιλάτῳ διαλεγό μενος· σεμνυνομένου γὰρ ἐκείνου, ὡς ἐξουσίαν ἔχον τος καὶ κολάσαι καὶ ἀπολῦσαι, ἔφησεν ὁ Κύριος· "Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνω θεν." Ὡς ἐνέργειαν τοίνυν τὴν συγχώρησιν προσ ηγόρευσε. "Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ." Ὑψηλὸς δὲ ὁ Γολγοθᾶ, ἔνθα ὁ σωτήριος ἐπάγη σταυρός. Εἶτα τὴν μετὰ τὸ πάθος ἀνάστασιν, καὶ τὴν τοῦ κηρύγματος βλάστησιν. "Καὶ καταφυ τεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρ πὸν," ὃν ἡ οἰκουμένη τρυγῶσα καὶ σιτουμένη τὴν αἰώνιον ἐλπίζει ζωήν. "Καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον." Εἶτα σαφέστερον, "Καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται." Οὐδὲν κτηνῶδες, οὐδὲ ἑρπετὸν καὶ χαμαίζηλον, ἀλλ' εἴ τι ὑπόπτερον, καὶ ἀεροπόρον, καὶ ἐπὶ τὰ ἄνω τὴν ὁρ μὴν ἔχον. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως τρόφιμοι, ἄνω τὴν διάνοιαν πέμποντες, καὶ τὰ οὐράνια φαντα ζόμενοι, καὶ ὑπὸ τὴν σκιὰν τῆς μεγίστης καθήμενοι κέδρου. Κέδρον δὲ αὐτὸν προσηγόρευσε κατὰ τὸ ἀνθρώπινον, ἐπειδὴ καὶ τὴν ∆αβιτικὴν βασιλείαν κέδρον ὠνόμασεν· ἔχει δὲ καὶ ἄσηπτον ἡ κέδρος, ὥσπερ καὶ ὁ ∆εσπότης, καὶ κατὰ τὸ ἀνθρώπειον, τὸ ἀναμάρτητον ἔσχηκε. "Καὶ τὰ κλήματα αὐτοῦ, φησὶν, ἀποκατασταθήσεται." Τοῦτο διὰ τὴν τηνι καῦτα τῆς Ἱερουσαλὴμ ἐρημίαν ἐπήγαγεν· ἀντὶ τοῦ, Μὴ ἀποβλέψητε εἰς τὴν ἐσομένην μετὰ τὴν αἰχμαλωσίαν τῆς πόλεως ἐρημίαν· οὗτος γὰρ ὁ αἰώνιος βασιλεὺς ἐκεῖθεν ὁρμώμενος βασιλεύσει, καὶ ἐξ αὐτῆς λήψεται κλήματα· σημαίνει δὲ τὸν ἀποστολικὸν χορόν· ἀποκατασταθήσεται τοίνυν, φησὶ, τῇ ∆αβιτικῇ φυλῇ ἡ βασιλεία, κατὰ τὰς πρὸς τὸν ∆αβὶδ ὑπὸ τοῦ Θεοῦ γενομένας συνθήκας. Εἶτα ἐπάγει· κδʹ. Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον 81.972 χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύ ριος λελάληκα καὶ ποιήσω. Γνώσονται, φησὶ, πάν τες ἄνθρωποι, ὅτι ῥᾴδιόν μοι καὶ τὰ ὑψηλὰ ταπει νοῦν, καὶ ἀνυψοῦν τὰ ταπεινὰ, καὶ τὰ ὑγρὰ ξηραί νειν, καὶ τὰ ξηρὰ τεθηλότα δεικνύναι. Ὅταν γὰρ ἴδωσι μετὰ τὴν τῆς πόλεως ἐρημίαν βλαστὸν ἐξ αὐτῆς φύσαντα κατὰ τὴν Ἡσαΐου προφητείαν· "Ἐξελεύ- σεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται·" καὶ τοῦτον πάσης τῆς οἰκουμένης ἀναδεικνύμενον βασιλέα, γνώσονται πάντες, ὅτι ἐγὼ Κύριος προλέγων, καὶ τῷ λόγῳ τὸ ἔργον ἐπάγων.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. αʹ-δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ

παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων, Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέ κνων ᾑμωδίασαν; Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύ ριος, ἐὰν γένηται ἔτι ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ. Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ· πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι, καὶ ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Τισὶ δο κεῖ ἐπ' ἄλλο κεφάλαιον μεταβῆναι τὴν προφητείαν· ἔστι δὲ ἰδεῖν τοῖς προλεχθεῖσι τὰ εἰρημένα συμβαί νοντα. Ἐπειδὴ γὰρ