ἐστιν τὸ ἀκού ειν καὶ τὸ γινώσκειν, η μόνον τῶν συνιέντων τοὺς λόγους· ἀλλ' οὐδὲ πᾶσιν οἱ φύσει πα τέρες διηγήσαντο, ἀλλά τισι, καὶ οἱ κατ' ἐπισ τήμην καὶ θέσει. ̔Ημεῖς γοῦν οἱ ἐξ ἐθνῶν τῷ θείῳ Λόγῳ προσελθόντες, οὐκ εχομεν διδασκάλους ἐπιγράψασθαι τῶν μαθημάτων τοὺς κατὰ σάρκα πατέρας. Εἰ δὲ βούλει, ταῦτα οἱ Χριστοῦ νοῦν εχοντες συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ' αὐτῶν τῶν πατέρων κατ' ἐπιστήμην διηγησαμένων αὐ τοῖς. Καὶ αὐτοὶ δὲ ουτοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ' αὐτῶν διὰ παιδεύσεως ἐφα νέρωσαν τὰ ἀπ' ἀρχῆς προβλήματα, οπως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ, καὶ μὴ κεκρυμμένα τυγχάνῃ. Οσα ουν, φησὶ, παρὰ τῶν πατέρων δεδιδάγμεθα ἀκούσαν τες, πάντα ταῦτα διὰ τῶν εργων καὶ τῆς αὐ τοῦ Χριστοῦ παρουσίας ἐγνώκαμεν, οὐχ ἑτέ ρᾳ δὲ γενεᾷ, ἀλλὰ τοῖς τέκνοις αὐτῶν πέ πρακται τὰ παρὰ τοῦ Σωτῆρος μεγαλουρ γήματα. ∆ιὸ οὐκ ἐπαύσαντο αὐτοῖς ἐπαγ γέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, τουτέστι τὰ θαυμαστὰ καὶ αἰνετὰ, καὶ θείας δυνάμεως δηλωτικὰ εργα αὐτοῦ. Κατὰ δὲ τὸ πρόχειρον· Ανωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμάτων αὐτόπται τοὺς προσεχῶς οἰκείους παίδας, ταῦτα ἐδί δαξαν, κἀκεῖνοι τοῖς ἐκγόνοις παρέπεμψαν, οὐ κρύψαντες α εμαθον πρὸς τὴν ἑτέραν μετὰ αὐτοὺς γενεὰν καὶ ἑξῆς. Τοῦτο δὲ ἐποίουν, τῷ θείῳ νόμῳ πειθόμενοι, τῷ λέγοντι· ∆ιδά ξεις αὐτὰ τοὺς υἱούς σου καὶ τοὺς τῶν υἱῶν σου. ∆ιὸ ἐπάγει· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἐπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ α ἐποίησε, καὶ ἀ νέστησε μαρτύριον ἐν ̓Ιακὼβ, καὶ νόμον ε θετο ἐν ̓Ισραὴλ, ον ἐνετείλατο τοῖς πατρά σιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, οπως αν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησό μενοι, καὶ ἀναστήσονται, καὶ ἐπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. ∆ιεμαρτύρετο, φησὶ, καὶ νόμον διέθετο τῷ. προτέρῳ λαῷ ἐντειλάμενον αὐτοῖς γνωρίσαι αὐτὸν τοῖς ἀπογόνοις, ὡς αν μηδεμίαν λάθῃ γενεάν. Τὰ δὲ συμπέρασμα τοῦ νόμου, καὶ ὁ σκοπὸς ουτος ην, ινα μαθόντες τὰ γεγο νότα, βεβαίαν κτήσαιντο τὴν εἰς αὐτὸν ἐλ πίδα, καὶ τοῖς ὑπ' αὐτοῦ τεθεῖσι νόμοις ἀκο λουθήσωσι· καὶ ινα μὴ γένωνται ὡς οἱ πα τέρες· ἠθέτουν γὰρ ἀεὶ, καὶ οὐκ ἐβιβαιοῦτο ἡ καρδία αὐτῶν πρὸς αὐτόν. Τοῦτο γὰρ τὸ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Πνεῦμα δὲ νῦν τὴν προαίρεσιν, τὴν τῆς γνώ μης διαθέσιν λέγει. Σκολιὸν δὲ καλεῖ, οὐχ οτι ἐκ φύσεως ην φαύλη, ἀλλ' οτι εκουσα οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς, οὐδ' ειχεν ὀρθὴν πίστιν πρὸς τὰς θείας ἐπαγγελίας, ἀλλ' ἐδίσταζε, καὶ παρεπίκραινε διὰ τοῦτο γογγύζειν ἐν τοῖς δυσχερέσι. Καὶ ταῦτα μὲν ὁ ∆αυὶδ παρεγγυᾷ τοῖς περὶ αὐτόν. Σὺ δὲ καὶ ουτως ἐπιβαλεῖς· Μαρτύριόν φησι τοῦ μαρτυρίου, ἐν ῃ καὶ πλάκες, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κα τὰ καιρὸν ἐπιδημοῦντα Σωτῆρα τῷ γένει, οπως οἱ τεχθησόμενοι υἱοὶ, τουτέστιν οἱ μακάριοι μαθηταὶ τὰ θαυμάσια α κατώρ θωσεν ὁ Χριστὸς, ἀπαγγελοῦσι τοῖς προσελ θοῦσι τῇ πίστει, καὶ ταῦτα αὐτοῖς διηγήσον ται, δι' ων δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι, τὴν τῶν πατέρων κα κοδαιμονίαν μὴ μιμησάμενοι. ̔Ο γὰρ πρό τερον λαὸς οὐκ ἐτήρησε τὴν συνθήκην, τὴν πρὸς τὸν Θεὸν, ου τοὺς ψόγους μανθάνω μεν, ινα μὴ γινώμεθα ὡς ἐκεῖνος, ὁ δὲ λαὸς ὁ τεχθησόμενος, ὁ ἐξ ἐθνῶν πιστεύσας, συν ταφεὶς Χριστῷ διὰ τοῦ βαπτίσματος, καὶ συνανέστη αὐτῷ· διὸ ειρηται· ̓Αναστήσον ται υἱοὶ τεχθησόμενοι. 77.10-12 Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐθέ λον πορεύεσθαι. Καὶ ἐπελάθοντο τῶν εὐερ γεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ων εδειξεν αὐτοῖς ἐναντίον τῶν πατέρων αὐ τῶν, α ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, ἐν πεδίῳ Τάνεως. Καίτοι πολλὰ εὐηργετουμένα πάντα ἀπὸ τῆς μνήμης ἀπεῤῥίπτησαν· καὶ τούτου ἀπό δειξις τὸ παραδοῦναι αὐτὸν Πιλάτῳ. Εὐερ γετούμενοι ὑπὸ τοῦ κτίστου, ἐπιλανθάνονται οἱ αἱρετικοὶ, καὶ οὐκ ἐνορῶσιν τοῖς ἐν τῇ κτίσει θαυμασίοις. Οἱ ἀρνούμενοι τὰ πα λαιὰ οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, ἀλλὰ