53
ἡσθῆναι δόξαι, ὡς μὲν ἦν δοκεῖν καὶ τῷ φαινομένῳ, τῇ μελῳδίᾳ, τῇ δ' ἀληθείᾳ καὶ ὡς οὐκ ἦν τὸν μελῳδοῦντα ὑπονοεῖν, τῷ ἐπὶ τοῖς παροῦσι δόξαντί οἱ χρηστῷ ὄρνιθι. Ἀλλ' οὕτω μὲν ἐφ' ἡμέραις τὴν ὁδὸν ἐξανυσάντων καὶ ὡς βασιλέα φθασάντων, ἐμφανίζεται μὲν ὅσον τάχος ὁ πεμφθεὶς τῷ κρατοῦντι καὶ 53 ἀπαγγέλλει τὴν ἄφιξιν, τὸν δὲ μηδὲ τὸ παράπαν εἰσαχθέντα ἡ εἱρκτὴ ὡς κατάκριτον δέχεται· ἦν δ' ἄλλως ὑπονοούμενον τό, ἐνευκαιρήσαντος τοῦ κρατοῦντος, ἐξετάσει τἀκείνου δοθήσεσθαι μείζονι ἢ κατὰ τὸν τότε καιρόν. Ἀλλὰ χρόνος ἐτρίβετο μεταξὺ νοσοῦντος τοῦ αὐτοκράτορος, κἀκεῖνον εἶχε δεσμώτην ἡ φυλακή, πλὴν οὐχ ὡς ἐφ' ὁμολογουμέναις καθοσιώσεσιν· οὐ γὰρ ἦν ἔγκλημα τὸ παράπαν, εἰ μή γε τὴν ὑποψίαν καὶ τὸ πολλοὺς ἐν ἀπορρήτοις ἐκφέρειν, πρὸς οὓς ἦν πιστεύειν ὑποφωνοῦντας τὸ μόρσιμον, ἔγκλημα θείη τις τῷ κατεχομένῳ. Ἐδόκει δὲ τέως καὶ ἡ πρόφασις ἔγκλημα. Ἡ δ' ἦν ..., ἀλλ' ἀνακτέον τὸν λόγον, ἵν' εὐμαθέστερον τῶν προκειμένων ἔχοιμεν.
ιβʹ. Ὅπως νοσῶν ὁ βασιλεὺς πάντας ἐπὶ μαγείαις ὑπώπτευε καὶ τὰ κατὰ τὴν Μάρθαν. Νόσος ἦν ἐνσκήψασα τῷ κρατοῦντι καὶ ἡ νόσος δεινή· ἐπείληπτο γὰρ καταπίπτων συχνάκις. Τὸ δ' ἦν, ὡς ἔοικεν, ἐκ ζέσεως φυσικῆς ἐγκαρδίου. Ὅθεν, οἶμαι, καὶ τὸ εὐφυὲς ἐκείνῳ καὶ ὑπὲρ τὸ προσῆκον ἦν, οὐ στέγοντος τοῦ μορίου τὸ πάθος κἀντεῦθεν ἐκτρεπομένου τοῦ εἰκότος, ὡς μηδὲ χρησίμους πολλάκις ἀναπέμπειν τῷ ἐγκεφάλῳ τὰς ἀναπνεύσεις, ὅθεν καὶ τὸ λογίζεσθαι. Ἐν τούτῳ γὰρ καὶ φιλοσόφων ἔριν περὶ τοῦ φρονεῖν συμβιβάζειν τις ἔχοι· πηγὴ γὰρ λογισμῶν ἡ καρδία, πλὴν ἀναγομένων πρὸς τὸν ἐγκέφαλον, ὡς ἐκεῖνος συμμετρίας ἢ μὴν ἀσυμμετρίας ἔχοι, οὕτως εἰδοποιεῖσθαι συμβαίνει τὸ ἀναγόμενον. Τότε τοίνυν ἐπιπιπτούσης συχνάκις τῆς νόσου, οὐκ οἶδ' ὁπόθεν, μήνιμα εἶναι τὸ πάθος ὁ πάσχων ἐκ μαγγανείας δαιμόνιον ὑπελάμβανε. Καὶ οἱ μὲν πολλοὶ τῶν ἔξω, οἷς ἦν τὰ τοιαῦτα πιστεύειν, τὸ ἔγκλημα προσέτριβον τοῖς Μουζάλωσι, παραλόγων καὶ ὡς οὐκ ἂν προσεδόκησαν τῶν ἀξιωμάτων τυχοῦσι· τῷ μέντοι γε πάσχοντι πᾶς ὕποπτος ἦν, εἰ μόνον τις ἐπὶ μαγγα νείαις κατηγοροίη. Ὅθεν καὶ πλεῖστοι καὶ τῶν τυχόντων συνελαμβάνοντο, εἴ πού τις γρύξειεν ἐγκαλῶν. Καὶ ὁ μὲν διώκων μαγγανείας ἄλλον ὑπὲρ ἑαυτοῦ πολλάκις ἢ τοῦ πλησίον προὔβαλλε τοὔγκλημα, ὡς δίκας ληψόμενος ἀποδείξας· ἀναγόμενον δὲ πρὸς βασιλέα τὸ ἔγκλημα ἐκ τοῦ παραυτίκα οὐ γὰρ ἦν σιωπᾶν ἀκούσαντα, ὁ δέ, οὐχ ὑπὲρ ἄλλου του, ἀλλ' αὐτὸς 55 ἑαυτοῦ συνόλως ἀγωνιῶν, προσέταττεν ἐξετάζεσθαι. Παράστασις δὲ τοῦ μὴ ψήφοις ἁπάσαις τὸν κρινόμενον αἱρεῖσθαι οὐ μαρτύρων παραγωγαί, οὐ προτεινόμενοι ὅρκοι, οὐ βίων τῶν πρὸ τοῦ ἐξετάσεις, οὐκ ἄλλ' ἄττα οἷς τὸ ψεῦδος ἐλέγχεται· ἀλλ' ἓν καὶ μόνον ἦν τὸ σῷζον τοὺς ἡλωκότας, εἰ μύδρον ἐκ πυρὸς ἤδη ζέοντα, ὃ δὴ καὶ ἅγιον ἐπεφήμιζον, τολμώσῃ χειρὶ κύψαντες ἀναλάβοιεν καὶ τρὶς βηματίσειαν ἔχοντες, πρότερον τρισὶν ἡμέραις τοῦ ταῦτα γενέσθαι νηστείᾳ καθηγνισμένοι καὶ προσευχῇ, ἐπισεσημασμένοι καὶ τὴν χεῖρα κεκρυφάλῳ καὶ βούλλῃ, ὡς μή τις ἐπιχειροίη ἀλείφων τισίν, ἐφ' ᾧ μὴ ψαῦσαι μηδὲ καῦσαι τὸ πῦρ. Καὶ εἶδεν ὁ γράφων, ἡβῶν τῷ τότε, ὑποστάντας τινὰς τοιαῦτα, πλὴν καὶ ἀλωβήτως ἀπαλλάξαντας, τὸ θαυμάσιον. Τότε τοίνυν ὥριστο μὲν καὶ ἄλλοις παρὰ τοῦ κρατοῦντος λαμβάνειν εἰς γάμον εὖ τοῦ γένους ἐχούσας, κἂν ἐκεῖνοι πολλάκις ἐκ σπερμάτων ἦσαν οὐκ εὐγενῶν· πλὴν τὸ εὐγενὲς ἐκείνοις πρὸς τοῦ κρατοῦντος ἔρρεπε, καί, ὡς σφᾶς ἔδει σεμνύνεσθαι ἀξιώμασιν, ἐν εὐεργεσίας μέρει καὶ ἀμφοτέροις τὸ κῆδος ὁ κρατῶν ἐτίθει, ὥστ' ἐκείνους μὲν ταῖς ματρώναις, ὡς ὁ Ῥωμαῖος εἴποι, ὡς εἰκὸς μεγαλύνεσθαι, ἐκείνας δ' αὖθις συμμετέχειν τῶν ἀξιωμάτων τοῖς ἀγομένοις. Προστάττει τοίνυν σὺν τοῖς ἄλλοις καί τινι τῶν εἰς παιδο πούλους ταχθέντων ἐκείνῳ, τοῦ πατρὸς ζῶντος, Βαλανιδιώτῃ τοὐπίκλην, τὴν τῆς αὐταδέλφης τοῦ Παλαιολόγου Μαρίας, εἴτε καὶ Μάρθας, κόρην Θεοδώραν, ἣν τῷ Ταρχανειώτῃ μεγάλῳ δομεστίκῳ ἐκείνη γεγέννηκεν, εἰς γάμον νόμιμον ἀγαγέσθαι. Καὶ ἦν ὁ λόγος τοῦ βασιλέως αὐτοῖς βεβαία τις κατεγγύησις, κἀντεῦθεν, ἐπεὶ καὶ