Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τὰς τῶν Ἑνετῶν ἐμπορικὰς τριήρεις προσδοκοῦντος, ἴνα ἐμβὰς εἰς τὴν Πόλιν ἀπέλθῃ, ἰδοὺ ἐγὼ ἄπρακτος ἔφθασα. χι. Καὶ ἐμβάντες εἰς τὰς τῶν Ἑνετῶν τριήρεις καὶ φθάσαντες εἰς Εὔ βοιαν, ἔδοξε τῷ αὐθέντῃ μου καλὸν εἶναι ἀποστεῖλαί με πρὸς τὸν Του ραχάνην ἐν Θήβῃ εὑρισκόμενον, ἵνα τὰ περὶ τῆς Ἀθήνας αὐτῷ δηλο 304 ποιήσω. Καὶ παραγενομένου μου ἐδέχθη με μετὰ χαρᾶς καὶ ἐπληροφό ρησέ μοι μεθ' ὅρκου λέγων ὅτι· Εἰ ἔγνωκα τοῦτο, πρὶν οἴκοθεν ἐξελ θεῖν με ἐνταῦθα, ἕνεκεν τῆς πρὸς τὸν δεσπότην ἀγάπης καὶ πρὸς σὲ γνω ριμίας χαριέντως, ὃ αἰτεῖς, πληρῶσαι εἶχον, ἐπεὶ ἄνευ προστάγματος τοῦ μεγάλου αὐθέντου ἐποίησα τοῦτο, διότι ὅτε ἤμην ἐν τῷ οἴκῳ μου πλεί στας προφάσεις ἐδυνάμην εὑρεῖν, νῦν δὲ πρόφασιν οὐκ ἔχω οὐδεμίαν. Φιλοφρονηθεὶς δὲ φιλοτίμως ἐγὼ παρ' ἐκείνου, καὶ τοὺς υἱοὺς αὑτοῦ προ σέφερέ μοι εἰς προσκύνησίν μου. Καὶ παρετίθετο αὐτοὺς ἐμοὶ καὶ τῷ αὐ θέντῃ μου, ἐξ ὧν ἦν εἷς ὁ νῦν πολὺς καὶ μέγας Ἀμάρης, καὶ οὕτως τῶν ἐκεῖθεν ἐπανέστρεψα ἄπρακτος. Καὶ ἐπεὶ προλαβόντες οἱ ἐν τῇ Εὐβοία ἦραν τὴν γέφυραν, ἀκουσίωςκθ-ῃ ἦν Αὐγούστουἡμεῖς ἐμείναμεν ἐν ἐκείνῃ τῇ νυκτὶ εἰς τὰς ἔξωθεν τῆς γεφύρας πέτρας, ἐν ᾗ καὶ πολλὰ ἐναντία ἐπάθομεν ἀπό τε ψύχους καὶ πείνας καὶ ἀπὸ τῆς ξηρότητος τῶν πετρῶν, ἀπό τε φόβου λῃστῶν καὶ τῶν ἀπὸ τοῦ Τουραχάνη στρατοῦ, διὰ τὸ ξένους τοὺς ἴππους εἶναι, οὓς ἐκ τοῦ πτολιέθρου ἐδανεισάμεθα ὅτι καὶ παροιμία ἐγένετο ἐπὶ κακῷ τοῖς μετ' ἐμοῦ τότε οὖσιν εἰς τὸν μετέπει τα, ἤτοι ἐπιόντα χρόνον. Ἀναβάντες οὖν εἰς τὰς τριήρεις ἐπὶ τὴν αὔριον, τῇ κγ-ῃ τοῦ Σεπτεμ βρίου μηνὸς τοῦ #22μδ-ου ἔτους εἰς τὴν Κωνσταντινούπολιν ἐφθάσαμεν.
XII. Τῇ δὲ κε-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν ἡ τοῦ Παρασπονδύλου μεγάλου δουκὸς θυγάτηρ ὀνόματι Ζωὴ μετὰ βασιλικῆς τριήρεως, ἐσταλμένη μετὰ Παλαιολόγου τοῦ Μανουήλ, ἵνα κομίσωσιν αὐτὴν, ἣν δὴ καὶ μετά τινας ἡμέρας ηὐλογήθη αὐτὴν ὁ δεσπότης κὺρ ∆η μήτριος. Μεθ' ἧς δὴ τριήρεως παρεγένετο εἰς τὴν Πόλιν καὶ ὁ δεσπότης κὺρ Θεόδωρος διὰ τὸ εἶναι αὐτὸν ἐν τῇ πόλει διάδοχον, ὡς δεύτερος ἀδελ φός, τῆς βασιλείας· ὃ καὶ ὁ βασιλεὺς ἐπεκύρει αὐτὸ ἀκουσίως, ὅτι τὸν κὺρ Κωνσταντῖνον τὸν αὐθέντην μου καὶ ἀδελφὸν αὐτοῦ πλεῖον ὠρέγετο ἔχειν αὐτὸν ἐγγὺς αὑτοῦ ἐν τῇ πόλει, ὡς καὶ ὁ λόγος προϊὼν δηλώσει. Ἐπεὶ δὲ οὕτως παρηκολούθησε τὸ πρᾶγμα, ἐσπούδαζεν, ἵνα εἰς Πελοπόν νησον καὶ τοὺς τρεῖς ἀδελφοὺς ἐγκατοικίσῃ. Ὁ γοῦν αὐθέντης μου πά λιν ὁ δεσπότης κὺρ Κωνσταντῖνος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ κὺρ Θωμᾶ τοῦ δεσπότου, ἦν γὰρ μεθ' ἡμῶν ἐν τῇ πόλει ὁ πρῶτος ἄρχων τοῦ οἴκου ἐκείνου ὀνόματι Ῥαοὺλ Μιχαήλ, ἐσπούδαζον, ἴνα οἱ δύο μὲν σὺν τῷ βασιλεῖ μείνωσιν ἐν τῇ πόλει· οὗτοι δὲ οἱ δύο αὐθένται εἰς τὴν Πελο πόννησον. ∆ιὰ ταύτην δὴ τὴν αἰτίαν καὶ τῷ Ἰουνίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους διέβη ἀπὸ τῆς Πόλεως εἰς τὴν Πελοπόννησον ὁ δεσπότης κὺρ Κωνσταντῖνος, ὡς φεύγων, μετὰ ἀκατίου τινός, κἀγὼ δὲ παρ' αὐτοῦ στα 306 λεὶς πρὸς τὸν ἀμηρᾶν διὰ ταύτην τὴν αἰτίαν, ἴνα αὐτὸν ὑπὲρ ἑαυτῶν ἔ χωσι. Καὶ οὕτως ἀπελθὼν τὰ ἀνατεθειμένα μοι καλῶς ᾠκονόμησα καὶ διὰ ξηρᾶς εἰς Πελοπόννησον ἔφθασα. Εὗρον δὲ τοὺς ἀδελφοὺς καὶ αὐ θέντας ἔχοντας ὄχλησιν μάχης μεγάλης· ὄπισθεν γὰρ τοῦ κὺρ Κωνσταντί νου τοῦ αὐθεντός μου, σταλεὶς μετὰ τριήρεως ὁ κὺρ Θεόδωρος, ἴνα κατὰ τῶν δύο ἀδελφῶν αὑτοῦ μάχηται καὶ στρατοῦ πλείστου συναθροισθέντος ἄμφω τοῖς μέρεσι καὶ πόλεμός τις ἀνὰ αὐτῶν γέγονε. Τῷ #22με-ῳ ἔτει καὶ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως πρέσβεις πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ὁ ἄγαν χρηστὸς ∆ιονύσιος ἱερομόναχος ὁ χρημα τίσας καὶ μητροπολίτης Σάρδεων καὶ ὁ ∆ισύπατος Γεώργιος· καὶ οὗτοι τὴν μάχην μικρόν τι κατεπράϋναν. Τέλος δὲ πάλιν ἄλλων ἐλθόντων πρέσ βεων, τοῦ 20Μελισσηνοῦ λέγω Γρηγορίου ἱερομονάχου καὶ πνευμα τικοῦ τοῦ καὶ χρηματίσαντος ὕστερον πατριάρχου Κωνσταντινουπόλεως, 20ὃς καὶ παρ' ἄλλοις Στρατηγόπουλος ἐπωνομάζετο καὶ σὺν αὐτῷ δὴ καὶ τοῦ Γρηγορίου20, πάλιν τοῦ ∆ισυπάτου, καὶ ἐμοῦ20, συμβιβασάντων καὶ