καὶ οἱ διακόπτοντες τὴν θεότητα, ἐν τῷ τοῦ κτίσαντος πνευματικῷ νόμῳ οὐκ ἐβουλήθησαν πορεύεσθαι. -Τάνις λέγεται ἐντολὴ ἀπὸ κρίσεως, η ἐντολὴ ταπεινή· περὶ Τάνιν γέγονεν τὰ θαύματα. 77.13 Εστησεν υδατα ὡσεὶ ἀσκόν. ̓Αντὶ τοῦ ἐν ἀσκῷ. 77.14 Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ολην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Καὶ ἡμέρᾳ παρεῖχε νεφέλην σκιάζουσαν καὶ τὸ λυπηρὸν τῆς ἀκτῖνος ἀποκρουομένην· νύκτωρ δὲ πρὸς χρείαν παρεῖχε φωτίζουσαν. 77.16 Καὶ ἐξήγαγεν υδωρ ἐκ πέτρας. ̔Η δὲ πέτρα, φησὶν, τίς η ὁ Χριστός; 77.17 Καὶ προσέθεντο ετι τοῦ ἁμαρτά νειν αὐτῷ. Οὐχ ἑαυτοῖς φησιν, αὐτῷ γὰρ Θεῷ ἡμάρ τανον διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. 77.18 Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν. Ορα δὲ τὴν τοῦ Θεοῦ οἰκονομίαν· ὁρῶν λαὸν ἐπιθυμητὸν, καὶ καθάραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα οτι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλ' αὐτῇ τῇ ἐπιθυμίᾳ γινομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ υπνου μόνον, ἀλλὰ καὶ βρωμάτων, διὸ επεμψεν αὐτοῖς ὀρτυγομή τραν ἐπὶ τριάκοντα ἡμέρας. Οἱ δὲ τῇ ἀ πληστίᾳ χρησάμενοι, χολερικῷ πάθει διεφ θείροντο. ∆ὶς δὲ εὑρίσκω τὸν λαὸν φάγοντα ὀρτυγομήτραν, απαξ μὲν ἡνίκα εὐθέως ἐξῆλ θεν ἐκ γῆς Αἰγύπτου, τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς ̓Αριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς ειπεν τὸν αρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασεν, οτε καὶ ὀργὴ ἀνέβη ἐπ' αὐτοὺς, τάχα ὡς κάτω που ουσα πρὶν η ἁμάρτωσιν. 77.19-25 Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ ειπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν υδατα, καὶ χείμαῤῥοι κατε κλύσθησαν, μὴ καὶ αρτον δυνήσεται δοῦναι; η ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; δια τοῦτο ηκουσε Κύριος, καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν ̓Ιακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν ̓Ισραὴλ, οτε οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ηλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ εβρεξεν αὐτοῖς μάννα φάγειν, καὶ αρτον οὐρανοῦ εδωκεν αὐτοῖς. Αρτον ἀγγέλων εφαγεν ανθρωπος, ἐπισιτισ μὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. ̔Ρύεται τοίνυν ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρ τίαν, ινα εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, δι' αρτου ἐπουρανίου, δι' υδατος ἀπὸ τῆς πέτρας (ἡ πέτρα δὲ ὁ Χριστὸς), ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα ουν ἐμοὶ, ἐὰν νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμά των κλυδώνιον, δυνηθῶ, εὐεργεθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους καὶ τὸν νοητὸν Φαραώ. Αὐτὸς δὲ ων ἐν τῷ φωτὶ τῆς ἡμέρας, σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης καὶ ὑπὸ φωτισ μοῦ πυρὸς, ἐάν ποτέ με σκοτεινὰ καὶ δύ σκολα καταλάβῃ, καὶ ὁ κόσμος μὲν ἐσκότω ται, καὶ πάντα ἀγνοίας πεπλήρωται. ̓Εὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ενθα πολλὴ ἐπικρατεῖ ανοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον, πέτραν ὀνομαζό μενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον υδωρ ἀβύσσῳ, καὶ τοὺς ἐκ τῆς πνευματικῆς κοιλίας ποταμούς· ἐγὼ δὲ παραπικραίνω τὸν Υψιστον ἐν ἀ νύδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁ μαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν τρεψάντων με, καὶ τοῦ υδατος τοῦ ἀπὸ τῆς πέτρας, ητις ἐστὶν ὁ Χριστός. Πέτρᾳ δὲ ἀ πεικάζεται ὁ Χριστὸς διὰ τὸ αθραυστον καὶ ἀκλόνητον. ̓Ερήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Ου καὶ κατε λάλησαν ὡς ἐν προσώπῳ Μωσέως ἡ συνα γωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτῳ, καὶ τό· Αιρε, σταύρωσον, ἀνακεκράγασιν. Ειτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. ̓Απεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ειθ' οτι μεμένηκεν ἐν νε κροῖς, ἀναπείθειν εθελον. ̓Αλλ' ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. ̓Επέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις