καθάπαξ λέγει μὴ συν άξειν τὰς συναγωγὰς αὐτῶν, ἀλλ' «ἐξ αἱμάτων·» οὐδὲ μὴ μνησθῆναι τῶν ὀνομάτων αὐτῶν ἀπολελυμένως, ἀλλ' ἢ «διὰ χειλέων.» Μή ποτ' οὖν ἐπεί εἰσί τινες συν άγοντες συναγωγὰς ἐξ αἱμάτων ἐκχέοντες αὐτὰ διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ τῆς ἀθανασίας συνάγει αὐτοὺς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ διαθέσεως βάθος ἐχούσης, καὶ οὐ προφορᾷ, ἀλλὰ βαθείᾳ νοήσει. Ἤ· Εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν ἅγιοι, ἀλλὰ οὐκ ἐν τούτων τοῖς αἵμασιν αἱ συναγω γαὶ, ἀλλὰ τῷ ἑνὶ Χριστοῦ τοῦ ἀμνοῦ. Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ πο τηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονο 12.1213 μίαν μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γε νησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πα τὴρ, ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ. ∆ύναται δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν κένωσιν. Ἤ· Ὑπερβὰς διαθέσει τὸν κόσμον, τίνα σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀπο τασσομένου τὸ λέγειν· «Μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.» Γίνεται δὲ καὶ ἄρτος ὁ Κύριος, παρέχων δι δασκαλίαν, καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν· ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐ φροσύνην τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πί νοντι. Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν πιόντα λέγειν χαριστηρίως· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ. Εἰ τὸ σχοινίον μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα·» καὶ τὸ, «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου;» Ἢ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναι αὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδε χομένοις αὐτὸν ἀγγείοις. Ἐκληροδοτήθη δέ μοι, φη σὶν, ὥσπερ ἐκ μέτρου γῆ ᾗ καὶ ἀρκοῦμαι, καὶ διὰ τῶν καλλίστων μου, τοῦ τε Ἰησοῦ καὶ τοῦ Χάλεβ. Τοῦ αὐτοῦ. Οὕτως ἐγενήθη σχοίνισμα κληρο νομίας αὐτοῦ Ἰσραήλ. Εὐδοκῶν δὲ τῇ ἰδίᾳ κληρονο μίᾳ, ὡς κρατίστῃ, ταῦτά φησι. Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου, κ. τ. ἑ. Εὐλογεῖ τις τὸν Κύριον φαντασίας ἐγγε νομένης τῷ νῷ. Ἀπὸ προσώπου γὰρ αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὕτω τὸν τὰς ἐντολὰς τηροῦντα συνετί ζει ὁ Κύριος. Περὶ νεφρῶν δὲ λέγει, τῶν σὺν τῇ καρδίᾳ ὀνομαζομένων ἐν τῷ· «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.» Οὗτοι, τελειωθέντες διὰ νοή σεως, παιδεύουσι τὸν ἐφιστάνοντα, φῶς παρέχοντες γνώσεως, μέχρι λυθῇ τῆς ἀγνοίας ἡ νύξ. Εἰ δὲ δηλοῖ καὶ τὰ βαθύτερα τῶν νοημάτων ἡ νὺξ, καθὸ λόγος εἴρηται σκοτεινὸς ὁ μυστικὸς, φανερὸν, ὅτι ἕως ταύ της παιδεύουσι τῆς νυκτὸς οἱ νεφροὶ, τὰ ἀπόκρυφα καὶ αἰνιγματώδη σαφηνίζοντες. Μετείληπται δὲ ἀπὸ τῶν νεφρῶν, ἐν οἷς γοναὶ καὶ σπερματικαὶ δυνάμεις συνίστανται, τοῖς γεννητικοῖς χορηγοῦσαι πόροις. Κἀν τῇ ψυχῇ τοίνυν ἐστὶ νοήματά τινα τοῖς σπέρμα σιν ἀνάλογα, κατὰ τὰ ἔνδον γεννήματα ἐν ἀγαθαῖς 12.1216 πράξεσι καὶ θεωρίαις ἀληθιναῖς. Καὶ οἱ αἰσθητοὶ δὲ νεφροὶ παιδεύουσι τὸν ἄκραν ἔχοντα σωφροσύνην, ἕως καὶ τῆς νυκτὸς ἐπεχόμενοι σώφρονος λογισμοῦ τὰς σωματικὰς ἐκρεῖν γονάς. ∆ιὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλ λιάσατο ἡ γλῶσσά μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, ὁ νοῦς μου. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, «Καρδίᾳ πιστεύ εται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σω τηρίαν.» Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. «∆όξα» γάρ «μου,» φησὶ, «καὶ ὑψῶν τὴν κεφαλήν μου» πρὸς τὸν