Τούτῳ τῷ τετάρτῳ ἔτει Ματθανίου τοῦ καὶ Σεδεκίου καὶ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ εἰκοστὸν ἔνατον ἔτος τυγχάνει μεθ' ὃ τὸ πάσχα γέγονεν νομίμως κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τοῦ Ἰωσίου. Τούτῳ τῷ τετάρτῳ ἔτει Ἐζεκιὴλ ὁ τοῦ Βουζὶ τοῦ ἱερέως υἱὸς τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἤρξατο προφητεύειν ἐν Βαβυλῶνι ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, μεθ' οὗ ἦσαν προφητεύοντες Ναούμ, Μαλαχίας καὶ ∆ανιήλ. Μαλαχίας προφητεύων εἶπεν, Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ τῶν ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δοξασθήσεται. Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ἐγνωρίζοντο ἐν Βαβυλῶνι. ἐν δὲ τῇ Ἰουδαίᾳ προεφήτευον Ἱερεμίας καὶ Βαροὺχ υἱὸς Νηρίου. Τούτῳ τῷ τετάρτῳ ἔτει μηνὶ πέμπτῳ Ἐζεκιὴλ προφητεύει περὶ ὧν ἐποίει ὁ οἶκος Ἰσραὴλ ἀνομιῶν. καὶ δεκάτῃ πάλιν τοῦ 244 αὐτοῦ πέμπτου μηνὸς ὁ αὐτὸς ἐπὶ πλεῖον ἀνομούντων αὐτῶν καὶ τοῦ Θαμούζ, ὅπερ ἑρμηνεύεται Ἄδωνις, θρηνούντων, προφητεύει, ἐλέγχων καὶ ὀνειδίζων τὸν Ἰσραὴλ τὰς ἀνομίας αὐτῶν. Προεφήτευεν Βαροὺχ ἐν Αἰγύπτῳ καὶ Ἐζεκιὴλ καὶ Ἀμβακοὺμ καὶ Ναούμ, Μαλαχίας ὁ νεώτερος καὶ Ἀγγαῖος καὶ Ζαχαρίας. εʹ. Τούτῳ τῷ ἔτει Ἐζεκιὴλ ἤρξατο τῆς προφητείας ἐν Βαβυλῶνι. μγʹ Ὀλυμπιάς. ϛʹ. Τούτῳ τῷ ἔτει ὁ βασιλεὺς Ματθανίας ὁ καὶ Σεδεκίας καὶ οἱ ἔνδοξοι αὐτοῦ καὶ οἱ ἱερεῖς ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἐν τοῖς εἰδώλοις τῶν ἐθνῶν. ζʹ. Ἑβραίων ἀρχιερεὺς Σαραίας ὁ πατὴρ Ἰωσεδὲκ ἐγνωρίζετο. ηʹ, θʹ. Τούτῳ τῷ ἐνάτῳ ἔτει Σεδεκίου τοῦ καὶ Ἰεχωνίου βασιλέως Ἰούδα, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, Ναβουχοδονόσορ μετὰ δυνάμεως πολλῆς ὅσης αὐτοῦ εἰς Ἱερουσαλὴμ παραγενόμενος ἐν τῷ ὀγδόῳ καὶ δεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπολιόρκησεν αὐτήν, καὶ ἔλαβεν ἐξ αὐτῆς αἰχμαλώτους Ἰουδαίους ωλβʹ, καὶ ἀπήγαγεν εἰς 245 Βαβυλῶνα. ἐν ᾧ καιρῷ καὶ τὴν εἰκόνα τὴν ἑαυτοῦ χρυσῆν ἔστησεν εἰς τὸ ὑπὸ πάντων ἐκεῖσε προσκυνεῖσθαι αὐτήν· καὶ ἦν τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα, εὖρος αὐτῆς πηχῶν ἕξ. καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ ∆εηρὰ ἐν χώρᾳ Βαβυλῶνος. καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ στρατηγοὺς καὶ τοπάρχας, ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιῶν καὶ ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος τῆς χρυσῆς, ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι ἐπ' ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονόσορ· καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύϊ, Ὑμῖν λέγεται, ἔθνη, λαοί, φυλαί, γλῶσσαι, ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ ἐγένετο, ὅτε ἤκουσαν οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες οἱ λαοί, φυλαί, γλῶσσαι προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησεν Ναβουχοδονόσορ ὁ βασιλεύς, τότε προσῆλθον ἄνδρες 246 Χαλδαῖοι, καὶ διέβαλον τοὺς Ἰουδαίους, καὶ ὑπολαβόντες εἶπον Ναβουχοδονόσορ τῷ βασιλεῖ, Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. σὺ βασιλεῦ ἔθηκας δόγμα, Πᾶς ἄνθρωπος, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ· οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ,