54
πρὸς τὸν γάμον τὰ μέρη ἦσαν συγκάταινα, ὡς γαμβρὸς ἀνέδην τὴν τῆς κόρης οἰκίαν εἰσήρχετο. Ἀλλὰ παρερρύη χρόνος ὀλίγος ὁ τὴν μνηστείαν ἐκείνην ἐπιμετρῶν, καὶ οὐκ οἶδ' ὅ τι παθὼν ὁ κρατῶν, πλὴν ἀλλ' ἡ ἐξουσία κρεῖσσον δικαίου, τῷ τοῦ Καβαλλαρίου υἱῷ Βασιλείῳ, εὐγενεῖ γε ὄντι, ἐξεδίδου εὖ γένους ἔχουσαν τὴν ῥηθεῖσαν. Ὁ δ' ἐν εὐεργεσίας μέρει δέχεται ἀσμένως τὸ δωρηθὲν καὶ κατεπείγει 57 τοὺς γάμους. Ταῖς μέντοι γε γυναιξί, πρὸς τὸ πρῶτον ῥεπούσαις συνάλλαγμα, προκατειλημμέναις ἄτιμον ἐχούσαις τὸ μεταβαίνειν, ἀπόστοργος ὁ νυμφίος ἦν. Τέως δέὁ γὰρ κρατῶν προσέταττεν, ἑκουσῶν ἀκουσῶν ἐκείνων, τὰ νομιζόμενα ἐτελεῖτο, καὶ περιφανῶς οἱ ὑμέναιοι ἤγοντο. Ἀλλ' ὁ νυμφίος ἐφ' ἡμέραις οὐκ ἐπλήρου τῇ κόρῃ τὰ τῶν ἀνδρῶν· καὶ πυνθανομένου τοῦ βασιλέως ὅπως τοῦτο γένοιτο, ὁ δὲ πρῶτον μὲν ὑπεσκίαζε τὸν ἀπόλογον, ὡς μὴ θέλων ἐκκαλύπτειν δῆθεν, εἶθ' ὡς καὶ δραστικώτερον ἀνεκρίνετο, μαγγανείαν τὸ ἐμποδὼν ἔλεγε. Καὶ εὐθὺς ὑποψία περὶ ἑαυτῷ τοῦ κρατοῦντος, καὶ θυμὸς μάλα δεινὸς καὶ οὐδὲν ὑφεῖναι δοκῶν, εἰ μὴ ὁμολογοῖτο ἡ μαγγανεία. Εὐθὺς οὖν σάκκος ἀχυρμιᾶς, καὶ γυμνὴ συνάμα γαλαῖς ἡ εὐγενὴς γραῦς ἐντὸς συναπείληπτο, ὧν, λύγοις ἔξωθεν μυωπιζομένων, ταῖς τῶν ὀνύχων ἀκμαῖς ἐπερονᾶτο ἡ πάσχουσα, ἐφ' ᾧ ἀναγκαζομένην καὶ ἄκουσαν ἐξειπεῖν τὸ ἀπόρρητον. Ἀλλ' οὐκ ἦν πλέον παρ' ἐκείνης ἀκούειν ἢ τὸ μὴ συνειδέναι τι τοιοῦτον ἑαυτῇ πραξάσῃ καὶ ὡς οὐκ οἶδ' εἰ ὁ νυμφίος μεμίσηται τῇ παιδί, ἄλλῳ τῳ πρότερον κατηγγυημένῃ. Ὁ μέντοι γε βασιλεύς, εἴτε τὸ πρὸς τὴν ὑποψίαν καὶ ἔτι ἀμετάθετον ἔχων, ὡς ἐκείνην, μαγγανείαις εἰθισμένην, εἰκὸς καὶ κατ' αὐτοῦ τολμῆσαι τοιούτοις χρήσασθαι, συνυποπτευομένου καὶ τἀδελφοῦ, ὑπ' αὐτῇ τραφέντος καὶ στεργομένου, εἴτε μὴν καὶ εἰς ἔννοιαν ἐλθὼν μήπως, τῶν πραχθέντων ὡς εἰκὸς ἀκουσθέντων, ὁ Παλαιολόγος, ὑβριοπαθήσας ὡς ἀδελφός, πρὸς νεωτερισμὸν ἀποκλίνειεν, οὕτως ἔχων, πέμψας καὶ τῆς ἡγεμονίας ἐκεῖνον παραλύσας, ἀνάγει δέσμιον, τῷ μὲν δοκεῖν περὶ τοῦ τῆς μαγγανείας ἐγκλήματος ἀπολογησόμενον, τῇ δ' ἀληθείᾳ πρόσχημα ἦν τὸ πραχθὲν δειλίας τοῦ μή τι νεωτερίσαι ἀκούσαντα. Τὸ δ' ἦν δῆλον ἐκ τοῦ μὴ ὅπως μετ' ὀλίγον τῆς εἱρκτῆς ἐκεῖνον ἐσαῦθις ἀνακαλεῖσθαι καὶ συμπαθεῖν, ἀλλὰ καί, περὶ ἑαυτῷ καὶ τοῖς αὐτοῦ πράγμασι δεδοικότα διὰ τὴν νόσον, ἀνάδοχον ἀξιοῦν εἶναι τῷ γένει καὶ ἀπομνημονεύειν τὴν χάριν αὐτῷ ἐν τούτοις, ὅτι, παθεῖν κακῶς ἄξιον ὄντα διὰ τὰ φθάσαντα, οὐδὲν ἐκεῖνον ἐκ συμπαθείας ἀνήκεστον ἔδρασε.
ιγʹ. Θάνατος τοῦ βασιλέως Θεοδώρου καὶ τὰ ἔτι ζῶντος αὐτοῦ κατορθώ ματα. Τοῦ δ' αὐτοῦ χρόνου πρὸς τὸ φθινοπωρινὸν ἀποκλίνοντος, ἐπὶ τέτρασι παισὶ μεταλλάττει τὸ βιοῦν ὁ κρατῶν, τρισὶ μὲν θηλυτέραις, ἑνὶ δ' ἐνναέτει 59 ἄρρενι παππωνυμοῦντι τῷ Ἰωάννῃ· αἱ γὰρ πρῶται τῶν θυγατέρων, ἡ μὲν τῷ Βουλγαρίας ἄρχοντι Κωνσταντίνῳ τῷ Τείχῳ, ἡ δὲ τῷ τοῦ δυσικοῦ δεσπότου Μιχαὴλ παιδὶ Νικηφόρῳ, πρὸς γάμον ἔφθασαν ἐκδοθῆναι. Ὃ δὴ καὶ προεσήμηνέ τι σημεῖον· ἥλιος γὰρ ἐκλελοίπει ἐφ' ὥραν, τρίτην ὥραν τῆς ἕκτης ἡμέρας, καὶ βαθὺ σκότος τὸ πᾶν κατειλήφει, ὥστε καὶ ἄστρα φανῆναι κατ' οὐρανόν. Καὶ δὴ ἁρπάζεται καὶ πρὸ ὥρας ἀνὴρ βασιλικῶς μὲν καὶ γεννηθεὶς καὶ τραφείς, βασιλικῶς δ' ἀναχθείς τε καὶ παιδευθείς, κἂν εἰ τῷ πατρὶ οὐ προσεῴκει τὸ βαθύ τε καὶ συνετόν, πρὸς ὅ τι λέξοι καὶ πράξοι, καὶ τὸ τῆς γνώμης στερρόν τε καὶ ἀμετάθετον, ἀλλ' οὖν ἐκ πάππου μὲν ἔχων τὸ ἐς πάντ' ὀξὺ καὶ μεγαλόφρον καὶ ἀρεϊκόν, ἐκ δὲ μητρὸς τὸ φιλοδωρότατον, ὡς ὅλαις χερσὶ τοῖς ὑπηκόοις τὰ χρήματα ἐξαντλεῖν καὶ ἐξαντλοῦντα οὐχ ὅπως ἀνιᾶσθαι, ἀλλὰ καὶ χαίρειν, φιλολογώτατος δ' ἐς τὰ μάλιστα ὤν, καὶ πᾶσι μὲν λογίοις εὐεργετικῶς προσφερόμενος, οὐχ ἧττον δὲ καὶ αὐτὸς λογικῇ παιδείᾳ προσεσχηκώς, οὐ μᾶλλον ἐκ μαθήσεως ἢ φύσεως τὴν περὶ τὸ γράφειν δύναμιν ἔχων, ὡς καὶ πολλὰ ἐπιρρύδην ἐκτιθέναι, εἰ μόνον ὁρμήσειεν· ἔδει γάρ, καὶ σιωπῶ τὰ πλεῖστα, εἰ περιφανὴς ἁγίου ἐφειστήκει μνήμη, οὐδὲν προσθέντα ἢ ὅπως τῶν