νά μασιν. ̔Ο πηγάζων τὸ θεῖον νᾶμα τοῖς δι ψῶσι, καὶ προχέων τὸ υδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομί σαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς, τοῦ κο λαστοῦ νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ καὶ τοῦ ἐπ' αὐτῷ μυστηρίου· τὸ γὰρ γράμμα καὶ ὁ νό μος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύ ματι λατρεία ἡ εὐαγγελικὴ ζωοποιεῖ. Πάλαι μὲν [αρτον] εδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα· πρὸς ο γάρ τις ἐβούλετο, μετεκρί νατο. Τοιαύτη δὲ καὶ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα· ̓Εὰν νήπιον τρέφῃ ὁ λόγος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στερεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ερχεται τὸ μάννα, ἀλλ' ἐρχομένοις εξω τῆς παρεμ βολῆς, λέγω δὴ τοῦ σώματος, ἐν ῳ ἀνεῖρκ ται ἡ ψυχή. ∆εῖ γὰρ τὴν ψυχὴν μηκέτι ειναι ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι. Οὐδεὶς δὲ φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ δύναται αρτον οὐρα νοῦ φαγεῖν· διότι ψυχικὸς ανθρωπος οὐ δέ χεται τὰ τοῦ πνεύματος. Περὶ ης τροφῆς καὶ σὺ ἐδιδάχθης ευχεσθαι. ̓Εὰν νοῇς τὸν ἐπιού σιον αρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ὑπο κρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, οταν διαλαμβάνω περὶ Θεοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, αρτον ἀγγέλων ἐσθίω, τὸ μάννα, οπερ εὑρὼν καὶ θαυμάσας θαυμαστικῶς ἐρεῖς· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ φθέγμα τῷ αρτῳ ονομα. Ευξασθε, ινα ἡμῖν ὁ Θεὸς ἐπισι τισμὸν ἀποστείλῃ εἰς πλησμονὴν, οὐχ ωστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὐτή ἐστιν. ̓Εσθίοντες δέ ποτε τὸ μάννα ̔Εβραῖοι, ελεγον· Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλ μοὶ ἡμῶν· ἐμνήσθημεν γὰρ οταν ἐκαθέσθη μεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ. Καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας, οὐχ ὁρῶντες οτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ γὰρ τῆς πνευματικῆς τροφῆς τὰ πράσα, τὰ δυσώδη, καὶ τὰ κρόμυα, τὰ βλάπτοντα τοὺς ὀφθαλ μοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσώδη ἁμαρτήματα, σκόροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοδμίας. Καὶ τὴν εκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύ σιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνε λόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν αρτον τὸν ἐκ τοῦ οὐ ρανοῦ, ου προφῆται κήρυκες καὶ διάκονοι, νεφέλαι καλούμενοι, διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν, καὶ διὰ τὸ ἐν τάξει νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους, ἐξα ποστελεῖ ἡμῖν ὁ Θεὸς κρέας ὡσεὶ χοῦν, εως ἐξέλθῃ ἐκ τῶν μυκτηρίων ἡμῶν, καὶ εως πληρώσῃ ἡμᾶς νόσοις καὶ μαλακίαις, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ἐπιζη τοῦντας. Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν διὰ ταῦτα, καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ καὶ πᾶσι κα κοῖς διὰ τὴν διψυχίαν αὐτῶν. ̓Αλλ' ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόνημα τῆς σαρκὸς μὴ τρέφον τας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾶν τῶν γλυκαινόντων τὴν τοῦ ̔Υψίστου χρησ τότητα· (γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα), μηδὲ ἐκπειράσαι μὲν αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν, ηγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ βά θους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδ' αἰτήσαιμεν βρώ ματα ταῖς ψυχαῖς ἡμῶν, οὐ ταῖς κατ' εἰκόνα λέγω, αι τρέφονται ἐκ τῶν τῆς ζωῆς αρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι. ὀρεγομέναις οὐκ ὀφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ' ἡ δειῶν καὶ νοσοποιῶν. ̓Αλλ' ἑτοιμασθείη ἡμῖν τράπεζα, ἐφ' ην ἡ σοφία τὰ ἑαυτῆς θύμα τα ἐπιτιθήσει, καὶ τὸν ἑαυτῆς οινον εἰς κρα τῆρα κιρνᾷ. Μηδὲ ὀργὴ ἐφ' ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος, τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου η κατασκόπου ἐκ τοῦ σκότους, ἐν ῳ ἐπέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς