Κύ ριον. Ὁ δὲ «Κύριος τὸ πνεῦμά ἐστι» κατὰ τὸν Ἀπόστολον. Ηὐφράνθην, φησὶ, τῇ ἐλπίδι τῆς μετὰ τρίτην ἡμέραν ἀναστάσεως. Ἀγάλλεται γὰρ ἡ γλῶσσα ὡς ἔμψυχος καὶ χαίρεται λέγουσα, καὶ ἑτέρους ποιεῖ ἀγάλλεσθαι. «Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι.» Ἡ σάρξ μου, ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· «Σάρκα με καὶ κρέας ἐνέδυσας.» Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθορὰν, κ. τ. ἑ. Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἰς Χριστὸν λαμβάνει. Φθορὰν ὁ Χριστὸς τῷ σώματι κατεδέξατο, καθὼς καὶ ὁ Μελῳδός φησι, φθο ρὰν θανάτου καταδεξάμενος. ∆ιαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον. Οὐ μὴν διαφθορὰν ἢ καταφθο ρὰν ὑπέστη. Ἔστι δὲ φθορὰ μὲν πληγαὶ καὶ τρώσεις, διαφθορὰ δὲ τὸ δῆσαι κατ' αὐτὸν τὸ σῶμα διαῤῥυῆ ναί τε καὶ εἰς ἕκαστον τῶν στοιχείων ἐξ ὧν ἐστιν, ἀποπεμφθῆναι· καταφθορὰ δὲ τὸ παθεῖν φύσιν ὑπὸ φύσεως, ὡς ἔριον ὑπὸ σητὸς, σάρκα, σῖτον καὶ ξύλον ὑπὸ σκωλήκων. ΨΑΛΜΟΣ Ιʹ. Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρό σχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν 12.1217 μου οὐκ ἐν χείλεσι δολίοις, κ. τ. ἑ. Πᾶς ὁ δίκαιος δοῦλος δικαιοσύνης ἐστίν· ὁ δὲ Θεὸς μόνος δίκαιος ∆εσπότης δικαιοσύνης. Ὁ ∆αυῒδ οὖν, συνειδὼς ἑαυτὸν καθαρεύειν ἀπὸ παντὸς δόλου, μετὰ τῆς πρὸς Θεὸν παῤῥησίας ταῦτα λέγει εὐχόμενος. Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός. Τοῦ αὐτοῦ. «Ἐπείπερ ὁ πιστεύων εἰς ἐμὲ,» φησὶν ὁ Κύριος, «οὐ κρίνεται,» τοῦ πιστεύοντος τὸ κρῖμα ἐξέρχεται ἐκ προσώπου τοῦ Θεοῦ. Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως τοῦ παντὸς εὔχεται, ἵνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁμαρτάνουσι πορευομένου τοῦ Θεοῦ. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυ κτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι κία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς, κ. τ. ἑ. Σημειω τέον τὸ, «ἐπεσκέψω,» οὐκ ἐπὶ κολάσεων κεί μενον. Πάλιν ἰστέον, ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ. Θεὸς δὲ πυρῶν, ἤτοι τὴν προϋπάρχουσαν εὑρίσκει ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. «Τὰ ἔργα τῶν ἀνθρώπων» ἀντὶ τοῦ «περὶ τῶν ἔργων τῶν ἀνθρώπων.» Ἢ ἔργα τῶν ἀνθρώπων εἰ σὶν οἱ μὴ θεῖοι λόγοι, οὓς ἄνθρωποι ταῖς ἰδίαις ἐπι νοίαις εἰργάσαντο. Τοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν λέγει, ἐν ᾗ σκο τίζεται ἡ ψυχή. ∆οκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος. Ἢ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας. Τοῦ αὐτοῦ. «Εἰσέλθετε διὰ τῆς στενῆς πύ λης καὶ τεθλιμμένης ὁδοῦ,» τουτέστι τῆς πραττικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλ' ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς δι' αὐτῆς γεγυμνασμένοις. Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός. Κλῖ νον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥη μάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ, κ. τ. ἑ. Ὥσπερ ἐπακου σθέντες πρὶν εὔξασθαι εὐχόμενοι κεκράγαμεν. Ἢ εἰ καλὸν τὸ κεκραγέναι μὴ μικρὰ καὶ εὐκαταφρό νητα λέγειν, ἀλλὰ μεγάλα εὐξάμενοι καὶ ἐπιτυχόντες, κεκράγαμεν ὅτε οὕτω κεκράγαμεν. Πολλοὶ δὲ ἔλεοι γί νονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμ βαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐ 12.1220 τούς. Ὀλίγοι δέ εἰσιν οἱ θαυμαστούμενοι, ὅτε ἐκ τοῦ παραδόξου καὶ τεραστίως γίνονται· οἷον ἔστωσαν οἱ ἐλεούμενοι, οἱ πυρετῶν καὶ λέπρας ἐλευθερούμενοι. Οὗτοι δὲ εἰ μὲν ὁδῷ ἰατρικῆς θεραπεύοιντο, ἐλεήθη σαν μὲν ὑπὸ Θεοῦ, οὐ μὲν θαυμαστοῦντος τοὺς ἐλέους ἑαυτοῦ αὐτοῖς· εἰ δὲ μεθ' ἁφῆς Ἰησοῦ ἐπιτιμῶντος τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαι νόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος· «Θέλω, καθαρίσθητι,» ἀπαλλάττοιντο τῆς λέπρας, ὡς θαυμαστοῦντος τοῦ Θεοῦ τοὺς ἑαυτοῦ ἐλέους ἐπὶ