54
χρώμενον λόγοις," τοῖς τε τοῦ Θεοῦ θεράπουσι μυρίας καττύον ἐπιβουλὰς, διδάσκε ται διὰ τῆς πανταχόθεν ἀστραπτούσης καθαρότητος, ὡς οὐ παρορῶντος τοῦ Θεοῦ ταῦτα τολμᾶται, ἀλλὰ διὰ τὴν ἄῤῥητον συγχωροῦντος οἰκονομίαν. Καὶ ἵνα μή τις πάλιν ὑπολάβῃ βούλεσθαι μὲν τὸν Θεὸν, ἅτε δὴ ἀγαθὸν ὄντα, τοῖς ἁγίοις ἐπαμύνειν, μὴ δύ νασθαι δὲ, ὁρᾷ καὶ "τὸν θρόνον ἐκ φλογὸς κατ εσκευασμένον, καὶ τοὺς τροχοὺς ὡσαύτως πυρὸς ἔχοντας φύσιν, καὶ ποταμὸν πυρὸς τὸν θρόνον ἕλ κοντα, καὶ χιλίας μὲν χιλιάδας λειτουργούσας, μυ ρίας δὲ μυριάδας παρεστώσας." Καὶ διὰ τούτων μὲν τὸ δυνατὸν διδάσκεται τοῦ Θεοῦ, δι' ἐκείνων δὲ τὸ ἀκήρατόν τε καὶ ἄμωμον· διὰ δὲ τῆς παλαιότητος τὸ αἰώνιόν τε καὶ σοφὸν, καὶ ἥμερον. Τούτοις ἐπάγει· "Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν·" ἀντὶ τοῦ, Κρίσεως λοιπὸν ἐδοκίμασεν εἶναι καιρὸν, καὶ ἀνέπτυξε τῶν ἑκάστῳ πεπραγμένων τὴν μνήμην. Βίβλους γὰρ τὰς μνήμας καλεῖ. Εἰ δέ τις καὶ τὴν τοῦ Κυρίου ὑπόσχεσιν ἡγεῖται ταῦτα αἰνίττεσθαι, ἣν τοῖς ἀποστόλοις ἔδωκε· "Τεθήσονται, λέγων, δέκα καὶ δύο θρόνοι, καὶ καθεσθέντες κρινεῖτε τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ," οὐδὲν ἀπεικός· ἀψευδὴς γὰρ ἡ τῆς ἀληθείας ἐπαγγελία. ιαʹ. "Ἐθεώρουν, φησὶ, τότε ἀπὸ φωνῆς τῶν λό γων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, θεω ρῶν ἤμην ἕως ἀνῃρέθη τὸ θηρίον, καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς κατάκαυσιν πυρός." ∆ιὰ γὰρ τὴν τοῦ κέρατος ἐκείνου μανίαν, τοῦ κριτη ρίου, φησὶ, γενομένου, κατελύθη καὶ ἡ τετάρτη βασιλεία, "καὶ τὸ σῶμα τοῦ θηρίου ἐδόθη εἰς κατά καυσιν πυρός." Προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐχ ἁπλῶς, ἐδόθη τὸ θηρίον εἰς καῦσιν πυρὸς, ἀλλὰ, "τὸ σῶμα αὐτοῦ," εἶπεν. Ἐπειδὴ γὰρ διὰ τοῦ θη ρίου πᾶσαν τὴν βασιλείαν αἰνίττεται, ἐν δὲ τῇ βασιλείᾳ οἱ μὲν εἰσὶν εὐσεβείας τρόφιμοι, οἱ δὲ κακίας ἐργά ται, καὶ τοὺς μὲν πνευματικοὺς, τοὺς δὲ σαρκικοὺς προσαγορεύειν εἰώθαμεν, τῇ θείᾳ Γραφῇ πειθόμενοι, εἰκότως οὐκ εἶπε τὸ θηρίον δοθῆναι εἰς καῦσιν πυρὸς, ἀλλὰ τοῦ θηρίου τὸ σῶμα, τουτέστι, τοὺς παχυτέ ρους, καὶ σαρκικοὺς, καὶ πνευματικὸν πεφρονηκό τας οὐδέν. ιβʹ. "Καὶ τῶν λοιπῶν δὲ θηρίων μετεστάθη ἡ ἀρχὴ, καὶ μακαριότης ζωῆς ἐδόθη αὐτοῖς ἕως 81.1425 καιροῦ καὶ καιροῦ." Τῶν γὰρ, φησὶν, ἄλλων θη ρίων ἤδη ἐπέπαυτο ἡ ἀρχὴ, εἰ καὶ πολλῶν ἐτῶν περί οδον ἐν τῷ κρατεῖν καταναλωσάντων· φανερὸς γὰρ ἑκάστῳ εἰς τὸ βασιλεύειν ὡρίσθη καιρός. Τούτων δὲ, φησὶν, οὕτω γινομένων, καὶ τῶν μὲν ἄλλων βασι λειῶν ἤδη πρότερον παυσαμένων, τῶν δὲ τῆς τετάρ της βασιλείας τιμωρίας ἀξίων τῷ πυρὶ παραδοθέν των. ιγʹ, ιδʹ. "Ἐθεώρουν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη. Καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ ἀρχὴ καὶ ἡ βασι λεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι, αὐτῷ δουλεύσουσιν· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώ νιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται." Ἀληθῶς εἰς καιρὸν εἴποι τις ἂν πρὸς Ἰουδαίους, ἃ πάλαι πρὸς αὐτοὺς ὁ προφήτης ἔλεγεν· "Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντη σας πρὸς πάντας." Τί γὰρ τούτων σαφέστερον τῶν λόγων; εὐαγγελικῶς γὰρ τῷ ὄντι μᾶλλον καὶ ἀπο στολικῶς, ἢ προφητικῶς καὶ αἰνιγματωδῶς, ταῦτα ὁ Προφήτης ἐκήρυξεν. Ὅπερ γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει. "Ὄψεσθε τὸν Υἱὸν τοῦ ἀν- θρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἀγγέλων αὑτοῦ·" καὶ ὁ μακάριος Παῦ λος· "Ὅτι ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ αγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς οἱ ζῶντες οἱ παραλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·" τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μακάριος ∆ανιὴλ, τὴν δευτέραν Σωτῆρος ἐπιφάνειαν προθεσπίζων, Υἱὸν μὲν ἀν θρώπου σαφῶς ἀποκαλῶν, δι' ἣν ἀνέλαβε φύσιν· ἐρχόμενον δὲ ἐπὶ τῶν νεφελῶν, κατὰ τὴν οἰκείαν ὑπόσχεσιν, ἵνα δείξῃ τὴν ἐξουσίαν· λαμβάνοντα δὲ τὴν τιμὴν, καὶ τὴν ἀρχὴν, καὶ τὴν βασιλείαν παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν, ὡς ἄνθρωπον. Τοῦτο