1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

54

ἃς ἐποίησεν ὁ ἄνομος·" ἐπεὶ προσπταίουσι καὶ τῶν εὐσεβῶν τινες, ἀλλ' ἀνιστάμενοι πάλιν αὐτὴν ὁδεύουσι τὴν ὁδὸν, καὶ τῇ μετανοίᾳ χρώμενοι, τῆς σωτηρίας τυγχάνουσιν· οἱ δὲ παντελῶς ταύτης ἀφιστάμενοι, τοὺς τῆς ἐναν τίας ὁδοῦ τρυγῶσι καρπούς. κεʹ. Καὶ εἴπατε, φησὶν, Οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου· ἀκούσατε δὴ οἶκος Ἰσραὴλ, Μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευ θύνει; Ταύτην μου, φησὶ, τὴν δικαίαν ψῆφον ὁρῶν τες ἀδικίαν τολμᾶτε κατηγορεῖν; καὶ μὴν ἔδει ὑμᾶς καθ' ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαι ρεῖσθε τὴν ἀδικίαν. εἶτα τὰ αὐτὰ πάλιν συντόμως διέξεισι καὶ ὁ δίκαιος εἰς τὴν ἐναντίαν τρεπόμενος τῷ τῆς ἁμαρτίας θανάτῳ παραδοθήσεται, καὶ ὁ 81.980 ἁμαρτωλὸς πάλιν μετανοίᾳ χρώμενος, καὶ διὰ πάσης ὁδεύειν τῆς ἀρετῆς προαιρούμενος ζωὴν ἐκ τῆς με ταμελείας καρπώσεται. κθʹ. Ταῦτα δὲ, φησὶν, ὁρῶν ὁ οἶκος Ἰσραὴλ λέγει· Οὐ κατορθοῖ, ἡ ὁδὸς Κυρίου· μὴ ἡ ὁδὸς Κυρίου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; Αὐτὰ, φησὶ, βοᾷ τὰ πράγματα, ὅτι αἱ μὲν ἐμαὶ κρίσεις ὀρθαὶ καὶ δίκαιαι, ἡ δὲ ὑμετέρα προαίρεσις παρανομίας μεστή. λʹ. ∆ιὰ τοῦτο ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Οὕτως ἀπειλήσας, καὶ τὴν δικαίαν ψῆφον ἐξενεγκὼν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον. λαʹ. Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ἀποῤῥίψατε ἀφ' ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ. Καταλείψατε, φησὶ, τὴν τῆς ἀσεβείας ὁδὸν, καὶ ἑτέραν ἀναδέξασθε γνώμην, καὶ εἰς τοὺς ἐμοὺς ῥέ ψατε νόμους, ἵνα μὴ θάνατον ἐκ τῆς πονηρίας καρ πώσησθε. Καρδίαν γὰρ καινὴν καὶ πνεῦμα και νὸν, τὴν ἐπὶ τὰ ἀμείνω τῆς ψυχῆς τροπὴν προσ ηγόρευσεν· εἶτα καὶ τὴν οἰκείαν ἀγαθότητα γυμνοῖ. λβʹ. ∆ιότι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀπο θνήσκοντος, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἐπι στρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ, καὶ ζῇν τὴν ψυχὴν αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος· ἐπιστρέ ψασθε καὶ ζήσεσθε. Εἰδότες, φησὶν, ὡς οὐ τὴν κόλασιν, ἀλλὰ τὴν μεταμέλειαν τοῦ ἁμαρτωλοῦ ποθῶ, χρήσασθε τῇ μετανοίᾳ καὶ δέξασθε τῆς ζωῆς τοὺς καρπούς. Τοῦτο καὶ ὑμῖν ἁρμόττει τὸ φάρμακον. "Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν καὶ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν." Καταλίπωμεν τοίνυν τὴν τῆς κακίας ὁδὸν, ἧς τὸ τέλος ὄλεθρος καὶ ἀπώλεια, καὶ μεταμάθωμεν τὴν θείαν πορείαν, τὴν εἰς οὐ ρανοὺς ἀνάγουσαν, καὶ τὴν πρὸς Θεὸν ἡμῖν παῤῥη σίαν παρέχουσαν· ἧς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. αʹ, βʹ. Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραήλ. Καὶ ἐρεῖς· Τί ἡ μήτηρ

σου λέαινα; 81.981 Τὰ συμβησόμενα, φησὶ, τῷ τοῦ Ἰσραὴλ βασιλεῖ, δι' ὧν αὐτὸν θρηνεῖς, προαγόρευσον. Βασιλέα δὲ Ἰσραὴλ οὐ τὸν ἐν Σαμαρείᾳ καθήμενον λέγει· πάλαι γὰρ ἐκείνη κατελύθη ἡ βασιλεία· ἀλλὰ τὸν ἐν τῇ Ἱερου σαλήμ. Πάντων γὰρ τῶν τηνικαῦτα ὑπολειφθέντων ὁ τοῦ Ἰούδα βασιλεὺς ἐβασίλευε· καὶ τοῦτο ἡμᾶς ἡ τετάρτη διδάσκει τῶν Βασιλειῶν, καὶ τῶν Παραλει πομένων ἡ δευτέρα. Μητέρα δὲ τοῦ βασιλέως τὴν Ἱερουσαλὴμ προσηγόρευσεν· ἐκεῖθεν γὰρ οἱ βασιλεῖς ὡρμῶντο· λέαιναν δὲ αὐτὴν καλεῖ, οὐ διὰ τὸ βασι λικὸν μόνον τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὴν τοῦ ἤθους θρασύτητα. "Ἐν μέσῳ λεόντων ἐνεμήθη." Τῶν κύκλῳ, φησὶ, βασιλέων ἐζήλωσε τὸν τρόπον. "Τῶν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὑτοῦ." Ση μαίνει δὲ τὰ μετὰ τὸν Ἰωσίαν συμβάντα· τέτταρες γὰρ βασιλεῖς ἐν ὀλίγῳ τῆς Ἱερουσαλὴμ