τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦσιν. τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ. καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶ εἶπεν αὐτοῖς, Εἰ ἀληθῶς, Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικοῦ, πεσόντες προσκυνεῖτε τῇ εἰκόνι ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ τίς ἔστιν ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; 247 Ἀπεκρίθη Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ, Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι· ἔστι γὰρ θεὸς ἐν οὐρανῷ, ᾧ ἡμεῖς λατρεύομεν, [δυνατὸς] ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, καὶ εἶπεν, Ἐκκαύσατε τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ· καὶ ἄνδρας ἰσχυροὺς εἶπεν πεδήσαντας τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι καὶ ἐνδύμασιν αὐτῶν ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυσεν. καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ, καὶ οἱ τρεῖς οὗτοι Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγὼ ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι· καὶ περιεπάτουν ἐν μέσῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον. καὶ συστὰς Ἀζαρίας προσηύξατο οὕτως, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν, Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνε248 τὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ καὶ εὐθεῖαι αἱ ὁδοί σου καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί, καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ὅσα ἐποίησας ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ, ὅτι. ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπό σου καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. καὶ πάντα ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν· αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. μὴ δὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπό σου καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας πρὸς αὐτοὺς λέγων, Πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ249 τίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ ὁλοκαρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώμασι κριῶν